Humanitext Reader

哈利卡纳苏斯的狄奥尼修斯 · 罗马古事记 §5.61.1-5.61.5

拉丁同盟决议开战与遣使罗马

第 390 段,共 962 段 · 希腊语

内容简介

得知斐代奈沦陷后,拉丁同盟诸城邦大为震动,并在塔昆尼乌斯和马米利乌斯的煽动下决议对罗马发动全面战争。为了寻找开战的体面借口,他们派遣使节前往罗马,以罗马曾协助伊特鲁里亚人进攻阿里基亚为由,要求罗马接受审判,否则将面临全面战争。

§5.61.1ὡς δʼ ἀπηγγέλθη τοῖς Λατίνοις ἡ τῆς Φιδήνης ἅλωσις, ὀρθὴ καὶ περίφοβος πᾶσα πόλις ἦν, καὶ τοῖς προεστηκόσι τῶν κοινῶν ἅπαντες ἐχαλέπαινον ὡς προδεδωκόσι τοὺς συμμάχους.
当斐代奈沦陷的消息传到拉丁人耳中时,所有城邦都大为震动并陷入恐慌,所有人都在责怪主持公共事务的领袖们,指责他们背叛了盟友。
συναχθείσης δʼ ἀγορᾶς ἐν Φερεντίνῳ πολλὴν ἐποιοῦντο τῶν ἀποσπευδόντων τὸν πόλεμον κατηγορίαν οἱ τὰ ὅπλα πείθοντες αὐτοὺς ἀναλαβεῖν, μάλιστα δὲ Ταρκύνιός τε καὶ ὁ κηδεστὴς αὐτοῦ Μαμίλιος καὶ οἱ προεστηκότες τῆς Ἀρικηνῶν πόλεως.
在费伦蒂努姆召集的大会上,那些劝说大家拿起武器的人——尤其是塔昆尼乌斯、他的女婿马米利乌斯以及阿里基亚城的领袖们——对那些极力避免战争的人进行了强烈的谴责。
§5.61.2ὑφʼ ὧν ἐκδημαγωγηθέντες, ὅσοι τοῦ Λατίνων μετεῖχον γένους, κοινῇ τὸν κατὰ Ῥωμαίων ἀναιροῦνται πόλεμον·
凡是属于拉丁民族的人,都被这些人煽动起来,共同发起了针对罗马人的战争。
καὶ ἵνα πόλις μηδεμία μήτε προδῷ τὸ κοινὸν μήτε προκαταλύσηται τὴν ἔχθραν ἄνευ τῆς ἁπάντων γνώμης ὅρκους ἔδοσαν ἀλλήλοις, καὶ τοὺς μὴ φυλάξοντας τὰς ὁμολογίας ἐκσπόνδους εἶναι καὶ καταράτους ἐψηφίσαντο καὶ πολεμίους ἁπάντων.
为了防止任何一个城邦背叛共同的利益,或者在未经所有人同意的情况下提前结束敌对状态,他们互相宣誓,并决议将不遵守协议的人排除在盟约之外,予以诅咒,并视作所有人的敌人。
§5.61.3οἱ δʼ ἐγγραψάμενοι ταῖς συνθήκαις ταῦτα πρόβουλοι καὶ τοὺς ὅρκους ὀμόσαντες ἀπὸ τούτων τῶν πόλεων ἦσαν ἄνδρες, Ἀρδεατῶν, Ἀρικηνῶν, Βοϊλλανῶν, Βουβεντανῶν, Κόρνων, Καρυεντανῶν, Κιρκαιητῶν, Κοριολανῶν, Κορβιντῶν, Καβανῶν, Φορτινείων, Γαβίων, Λαυρεντίνων, Λανουινίων, Λαβινιατῶν, Λαβικανῶν, Νωμεντανῶν, Νωρβανῶν, Πραινεστίνων, Πεδανῶν, Κορκοτουλανῶν, Σατρικανῶν, Σκαπτηνίων, Σητίνων, Τιβουρτίνων, Τυσκλανῶν, Τοληρίνων, Τελληνίων, Οὐελιτρανῶν·
在这些盟约上签字并进行宣誓的代表,是来自以下城邦的男子:阿尔德亚、阿里基亚、博维拉、布本图姆、科尔诺斯、卡鲁恩图姆、奇尔切伊、科里奥拉、科尔比奥、卡布姆、福尔蒂内、加比、劳伦图姆、拉努维乌姆、拉维尼乌姆、拉比基、诺门图姆、诺尔巴、普莱内斯特、佩杜姆、科尔科图拉、萨特里库姆、斯卡普蒂亚、塞蒂亚、蒂布尔、图斯库鲁姆、特勒里乌姆、特莱奈、维利特赖。
ἐκ τούτων ἁπασῶν τῶν πόλεων τοὺς ἐν ἀκμῇ συστρατεύειν ὅσων ἂν δέῃ τοῖς ἡγεμόσιν Ὀκταουΐῳ Μαμιλίῳ καὶ Σέξτῳ Ταρκυνίῳ· τούτους γὰρ ἀπέδειξαν στρατηγοὺς αὐτοκράτορας.
决议从所有这些城邦中,凡处于壮年的人都要共同参军,其人数多寡全凭指挥官奥克塔维乌斯·马米利乌斯和塞克斯图斯·塔昆尼乌斯之需;因为他们任命了这两人为拥有全权的统帅。
§5.61.4ἵνα δʼ εὐπρεπεῖς δόξωσι ποιεῖσθαι τὰς τοῦ πολέμου προφάσεις, πρεσβευτὰς ἐξ ἑκάστης πόλεως τοὺς ἐπιφανεστάτους εἰς Ῥώμην ἀπέστειλαν, οἳ καταστάντες ἐπὶ τὴν βουλὴν ἔλεγον κατηγορεῖσθαι τὴν πόλιν αὐτῶν ὑπὸ τῆς πόλεως τῶν Ἀρικηνῶν, ὅτι πόλεμον ἐπιφερόντων Τυρρηνῶν Ἀρικηνοῖς οὐ μόνον ἀσφαλεῖς παρέσχον αὐτοῖς διὰ τῆς ἑαυτῶν χώρας τὰς διόδους, ἀλλὰ καὶ συνέπραξαν ὅσων αὐτοῖς εἰς τὸν πόλεμον ἔδει, καὶ τοὺς φυγόντας ἐκ τῆς τροπῆς ὑποδεξάμενοι τραυματίας καὶ ἀνόπλους ἅπαντας ὄντας ἔσωσαν, οὐκ ἀγνοοῦντες, ὅτι κοινὸν ἐπῆγον ἅπασι τοῖς ὁμοεθνέσι πόλεμον, καὶ εἰ τὴν Ἀρικηνῶν πόλιν ὑποχείριον ἔλαβον, οὐδὲν ἂν ἦν τὸ κωλῦσον αὐτοὺς καὶ τὰς ἄλλας καταδουλώσασθαι πόλεις ἁπάσας.
为了使他们的战争借口显得冠冕堂皇,他们派遣了各城邦中最显赫的使节前往罗马。 这些使节在元老院出庭发言,声称罗马人的城邦受到了阿里基亚人城邦的指控,因为当伊特鲁里亚人向阿里基亚人发动战争时,罗马人不仅为他们提供了穿过本国领土的安全通道,而且还在战争所需物资上给予了协助,并且收留并救助了那些在战败后逃亡的、全是受伤且毫无武装的人。 而罗马人并非不知道,伊特鲁里亚人正在向所有同族人发动一场共同的战争,而且如果伊特鲁里亚人占领了阿里基亚城,就没有任何力量能阻止他们去奴役所有其他城邦。
§5.61.5εἰ μὲν οὖν βουλήσονται δίκας Ἀρικηνοῖς ὑπέχειν ἐπὶ τὸ κοινὸν τῶν Λατίνων ἀφικόμενοι δικαστήριον καὶ στέρξουσι τοῖς ὑπὸ πάντων δικασθησομένοις, οὐδὲν αὐτοῖς ἔφασαν δεήσειν πολέμου· εἰ δὲ τὴν συνήθη φυλάξαντες αὐθάδειαν, οὐδὲν ἀξιώσουσι συγχωρεῖν τοῖς συγγενέσι τῶν δικαίων καὶ μετρίων, ἠπείλουν πολεμήσειν αὐτοῖς Λατίνους ἅπαντας ἀνὰ κράτος.
因此,如果罗马人空间愿意前往拉丁人的共同法庭,接受阿里基亚人的审判,并顺从所有人将做出的判决,他们说罗马人就完全不需要战争;但如果罗马人保持他们惯常的傲慢,不愿对同族人做出任何公正和合理的让步,他们则威胁说全体拉丁人将全力以赴地与罗马人开战。

词汇与语法注释

  1. 5.61.1τῶν ἀποσπευδόντων τὸν πόλεμον — 属格短语“τῶν ἀποσπευδόντων τὸν πόλεμον”是名词“非难(κατηγορίαν)”的宾格性属格,意为“对那些劝阻战争之人的指控”。
  2. 5.61.2ἵνα πόλις μηδεμία μήτε προδῷ τὸ κοινὸν μήτε προκαταλύσηται τὴν ἔχθραν — 由“ἵνα”引导的目的从句(使用虚拟语气“προδῷ”和“προκαταλύσηται”),修饰主句的“ὅρκους ἔδοσαν ἀλλήλοις”(“互相立誓”),表明盟约的目的:“为了不让任何城邦背叛共同利益,或在未经所有人同意的情况下提前结束敌对状态”。
  3. 5.61.3τοὺς ἐν ἀκμῇ συστρατεύειν — 带宾格主语的不定式结构,依附于前文承袭而来的表示“决议(ἐψηφίσαντο)”的动词,表示决议的内容:“[决议]凡处于壮年的人都要共同参军”。
  4. p.v.2p.232κατηγορεῖσθαι τὴν πόλιν αὐτῶν — 被动不定式(κατηγορεῖσθαι)及其宾格主语(τὴν πόλιν αὐτῶν)构成的结构。“他们的城邦(τὴν πόλιν αὐτῶν)”在此指使节们说话的对象(即罗马人的城邦),整句在间接引语中意为“他们[罗马人]的城邦受到[阿里基亚人的]指控”。

引用这一段

哈利卡纳苏斯的狄奥尼修斯, 罗马古事记 §5.61.1-5.61.5. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0081.tlg001.humanitext-grc2:5.61.1-5.61.5

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。