§5.62.1ταῦτα προκαλουμένων τῶν πρεσβευτῶν οὐκ ἀξιοῦσα δίκην ὑποσχεῖν Ἀρικηνοῖς ἡ βουλή, περὶ ὧν οἱ κατηγοροῦντες ἔμελλον γίνεσθαι κριταί, καὶ οὐδὲ μέχρι τούτων κριτὰς ἔσεσθαι ὑπολαμβάνουσα τοὺς ἐχθρούς, ἀλλὰ προσθήσειν ἔτι βαρύτερα τούτων ἐπιτάγματα, δέχεσθαι τὸν πόλεμον ἐψηφίσαντο.
使節たちがこれらの要求を提示しているときに、元老院は、告発する者たちが自ら裁判官になろうとしているような事柄について、アリキア人たちに対して釈明することを潔しとせず、また敵がこれだけの事柄にとどまる裁判官になるとは考えず、さらにこれらよりも過酷な命令を課してくるであろうと想定して、戦争を受け入れることを決議した。
τῆς μὲν οὖν ἀρετῆς ἕνεκα καὶ τῆς ἐμπειρίας τῶν ἀγώνων οὐδεμίαν ὑπελάμβανον καταλήψεσθαι τὴν πόλιν συμφοράν, τὸ δὲ πλῆθος ὠρρώδει τῶν πολεμίων·
さて、彼らの勇気と戦いの経験のゆえに、市にいかなる災厄も降りかかることはないと考えていたが、敵の多さには恐れを抱いていた。
καὶ πολλαχῇ διαπέμπουσα πρέσβεις παρεκάλει τὰς πλησιοχώρους πόλεις ἐπὶ συμμαχίαν, ἀντιπρεσβευομένων εἰς τὰς αὐτὰς καὶ τῶν Λατίνων καὶ πολλὰ τῆς Ῥώμης κατηγορούντων.
そして、方々へ使節を派遣して近隣の諸都市に同盟を呼びかけたが、ラティウム人たちも同じ諸都市に対抗使節を送り、ローマについて多くの非難を浴びせていた。
§5.62.2Ἕρνικες μὲν οὖν κοινῇ συνελθόντες ὕποπτα καὶ οὐδὲν ὑγιὲς ἀμφοτέραις ταῖς πρεσβείαις ἀπεκρίναντο, συμμαχήσειν μὲν οὐδετέροις λέγοντες κατὰ τὸ παρόν, βουλεύσεσθαι δʼ ὁπότεροι δικαιότερα ἀξιοῦσι κατὰ σχολήν, τῇ δὲ βουλῇ χρόνον ἐνιαύσιον ἀποδώσειν.
ヘルニキ人たちは共同で集まり、双方の使節に対して、疑わしく、また誠意のない返答をした。 すなわち、現時点ではどちらとも同盟を結ばないが、どちらの要求がより正当であるかを時間があるときに熟議し、元老院に対しては1年の猶予を与えると言った。
§5.62.3Ῥότολοι δὲ Λατίνοις μὲν ἐπικουρίαν πέμψειν ἄντικρυς ὑπέσχοντο, Ῥωμαίοις δʼ ἐὰν βουληθῶσι καταλύσασθαι τὴν ἔχθραν, διὰ σφῶν μετριωτέρους παρέξειν Λατίνους ἔφασαν καὶ τὰς συμβάσεις αὐτοῖς διαιτήσειν.
ルトゥリ人たちは、ラティウム人に対しては公然と援軍を送ることを約束したが、ローマ人に対しては、もし彼らが敵対関係を解消したいと望むなら、自分たちを通じてラティウム人をより穏和にさせ、彼らのために協定の仲裁をすると述べた。
Οὐολοῦσκοι δὲ καὶ θαυμάζειν ἔλεγον τῆς Ῥωμαίων ἀναισχυντίας, ὅτι συνειδότες ἑαυτοῖς, ὅτι τά τʼ ἄλλα ἠδικηκότες ἦσαν αὐτοὺς καὶ τὰ τελευταῖα τῆς χώρας τὴν κρατίστην αὐτοὺς ἀφελόμενοι κατεῖχον, οὐδὲν ἧσσον ἐτόλμησαν ἐπὶ συμμαχίαν ἐχθροὺς ὄντας σφᾶς παρακαλεῖν, συνεβούλευόν τʼ αὐτοῖς ἀποδοῦσι τὴν χώραν τότε παρʼ αὐτῶν ὡς φίλων ἀπαιτεῖν τὰ δίκαια.
ウォルスキ人たちは、ローマ人の破廉恥さに呆れているとさえ述べた。 その理由は、彼らは自分たちがそれ以外にも彼らを不当に扱い、最近では最も肥沃な領土を奪って占拠していることを自覚していながら、敵である自分たちに対して臆することもなく同盟を求めてきたからである。 そして、領土を返還した上で、その時に初めて、友人としての自分たちから正当な要求をするようローマ人に勧告した。
Τυρρηνοὶ δʼ ἀμφοτέροις ἐμποδῶν ἐγίνοντο, Ῥωμαίοις μὲν σπονδὰς γεγονέναι λέγοντες οὐ πρὸ πολλοῦ, πρὸς δὲ Ταρκυνίους συγγένειαν εἶναι σφίσι καὶ φιλίαν.
エトルリア人たちは双方の間に立ちはだかった。 すなわち、ローマ人とは少し前に条約を結んだばかりであると言い、一方タルクィニウス一族とは血縁と友好関係があると言ったのである。
§5.62.4τοιαῦτα τούτων ἀποκριναμένων οὐθὲν οἱ Ῥωμαῖοι ταπεινωθέντες, ὃ παθεῖν εἰκὸς ἦν τοὺς μέγαν τε πόλεμον αἰρομένους καὶ πάσας ἀπεγνωκότας τὰς συμμαχικὰς ἐλπίδας, ἀλλὰ ταῖς οἰκείαις δυνάμεσι πιστεύοντες μόναις πολλῷ προθυμότεροι πρὸς τὸν ἀγῶνα ἐγίνοντο, ὡς διὰ τὴν ἀνάγκην ἄνδρες ἀγαθοὶ παρὰ τοὺς κινδύνους ἐσόμενοι, καὶ ἐὰν κατὰ νοῦν πράξωσι ταῖς ἰδίαις ἀρεταῖς κατορθώσαντες τὸν πόλεμον οὐδενὶ κοινωσόμενοι τῆς δόξης.
¦p.v.2p.234 これらの諸部族がこのように答えたとき、ローマ人は少しも意気消沈しなかった。 それは大戦を引き起こし、同盟へのあらゆる希望を断たれた人々が陥りがちなことであったが、そうはならず、ただ自国の軍事力のみを信頼して、はるかに精力的に戦いに向かっていった。 それは、危急に際して必要に迫られて勇敢な男となるためであり、またもし事が思い通りに運んで、自らの武勇によって戦争を成功裏に終わらせたならば、その栄光を誰とも分かち合わないですむからであった。
τοσοῦτον αὐτοῖς φρονήματος καὶ τόλμης ἐκ τῶν πολλῶν ἀγώνων περιῆν.
それほどまでの自負と大胆さが、数々の戦いによって彼らに満ちあふれていたのである。