Humanitext Reader

哈利卡纳苏斯的狄奥尼修斯 · 罗马古事记 §5.60.1-5.60.4

斐代奈的投降与拉尔基乌斯的处置

第 389 段,共 962 段 · 希腊语

内容简介

执政官拉尔基乌斯接受了斐代奈的无条件投降并占领该城,但他并未擅自决定其命运,而是将此事提交给罗马元老院。元老院决定处决叛乱首恶,拉尔基乌斯执行了这一判决,随后宽大对待其余市民并班师回朝。

§5.60.1ταῦτα δὴ προεγνωκὼς ὁ Λάρκιος τοῖς μὲν αἰτοῦσι τὰς ἀνοχὰς ἐκέλευσε τὰ ὅπλα ἀποθεμένοις καὶ τὰς πύλας ἀνοίξασι, τότε διαλέγεσθαι πρὸς αὐτόν· ἄλλως δʼ οὔτε διαλλαγὰς οὔτε ἀνοχὰς οὔτε ἄλλο φιλάνθρωπον ἢ μέτριον οὐθὲν αὐτοῖς ὑπάρξειν ἔφη παρὰ τῆς Ῥωμαίων πόλεως·
拉尔基乌斯预先得知这些情况后,便命令那些请求停战的人放下武器,打开城门,然后才与他谈判;他说,否则罗马城绝不会给予他们和解、停战或任何其他宽大或温和的待遇。
τοὺς δʼ ἀποσταλέντας ἐπὶ τὸ Λατίνων ἔθνος πρεσβευτὰς ἐφύλαττε μηκέτι παρελθεῖν ἐντὸς τείχους, ἁπάσας τὰς εἰς τὴν πόλιν ἀγούσας ὁδοὺς φρουραῖς ἐπιμελεστέραις διαλαβών, ὥστε ἠναγκάσθησαν οἱ πολιορκούμενοι τὰς συμμαχικὰς ἀπογνόντες ἐλπίδας ἐπὶ τὰς τῶν πολεμίων δεήσεις καταφυγεῖν.
他又防范着那些被派往拉丁人那里的使节再次回到城墙内,用更严密的守备队封锁了所有通往该城的道路,以至于被围困的人们不得不放弃盟友的希望,转而求助于敌人的仁慈。
καὶ συνελθόντες εἰς ἐκκλησίαν ἔκριναν ὑπομένειν τὰς διαλλαγὰς, §5.60.2ἐφʼ οἷς ὁ κρατῶν ἠξίου.
他们聚集在公民大会上,决定接受和解,按照胜利者所要求的条件。
οὕτως δʼ ἄρα πολιτικὰ ἦν τὰ τῶν τότε ἡγεμόνων ἤθη καὶ πλεῖστον ἀπέχοντα τυραννικῆς αὐθαδείας, ἣν σπάνιοί τινες τῶν καθʼ ἡμᾶς ἡγεμόνων ἴσχυσαν ἐξουσίας ἐπαρθέντες μεγέθει διαφυγεῖν, ὥστε παραλαβὼν τὴν πόλιν ὁ ὕπατος οὐθὲν ἀπὸ τῆς ἑαυτοῦ γνώμης ἔπραξεν, ἀλλʼ ἀποθέσθαι τοὺς ἀνθρώπους κελεύσας τὰ ὅπλα καὶ φρουρὰν ἐπὶ τὴν ἄκραν καταλιπὼν αὐτὸς εἰς τὴν Ῥώμην ἀπῄει, καὶ συναγαγὼν τὸ συνέδριον ἀπέδωκεν αὐτοῖς σκοπεῖν, §5.60.3τίνα χρηστέον τοῖς παραδοῦσιν ἑαυτοὺς τρόπον.
当时领袖们的作风确实极具共和精神,与专制的傲慢相去甚远(在我们今天的领袖中,极少有人能在权力的膨胀中避免这种傲慢),以至于执政官接管该城后,没有凭自己的意志做任何决定,而是命令人们放下武器,并在卫城留下一支守备队,自己则返回罗马,召集元老院,交给他们审议,应该用什么方式对待那些投降的人。
ἐφʼ οἷς ἀγασθέντες τὸν ἄνδρα τῆς πρὸς αὐτοὺς τιμῆς οἱ σύνεδροι τοὺς μὲν ἐπιφανεστάτους Φιδηναίων καὶ τῆς ἀποστάσεως ἄρξαντας ἐδικαίωσαν, οὓς ἂν ὁ ὕπατος ἀποφήνῃ ῥάβδοις μαστιγωθέντας ἀποκοπῆναι τὰς κεφαλάς· περὶ δὲ τῶν ἄλλων ἐπʼ ἐκείνῳ τὴν ἐξουσίαν ἐποίησαν ἅπαντα πράττειν, ὅσα προῃρεῖτο.
对此,元老院议员们因其对自己的尊重而赞赏这位执政官,并判定斐代奈人中最显赫且发动叛乱的首恶分子应受严惩,即凡执政官所指名的人都要用笞棒抽打后斩首;而对于其余的人,则授权执政官全权处理,一切依其意愿行事。
§5.60.4γενόμενος δʼ ὁ Λάρκιος ἁπάντων κύριος ὀλίγους μέν τινας τῶν Φιδηναίων κατηγορηθέντας ὑπὸ τῶν τἀναντία φρονούντων ἐν τοῖς ἁπάντων ὀφθαλμοῖς ἀπέκτεινε καὶ τὰς οὐσίας αὐτῶν ἐδήμευσε, τοῖς δʼ ἄλλοις ἅπασιν ἀπέδωκε τήν τε πόλιν ἔχειν καὶ τὰ χρήματα, τῆς δὲ γῆς αὐτῶν ἀπετέμετο τὴν ἡμίσειαν, ἣν ἐκληρούχησαν οἱ καταλειφθέντες ἐν τῇ πόλει Ῥωμαίων φρουροὶ τῆς ἄκρας.
拉尔基乌斯掌握了绝对权力后,在众人瞩目之下处决了少数被反对派指控的斐代奈人,并没收了他们的财产,但将城市和财产归还给其余所有人。 然而,他割占了他们半数的土地,并将其分给留守城中作为卫城守备队的罗马人。
ταῦτα διαπραξάμενος ἀπῆγεν ἐπʼ οἴκου τὴν στρατιάν.
完成这些事务后,他率领军队班师回朝。

词汇与语法注释

  1. §5.60.1τοῖς μὲν αἰτοῦσι τὰς ἀνοχὰς ἐκέλευσε τὰ ὅπλα ἀποθεμένοις καὶ τὰς πύλας ἀνοίξασι, τότε διαλέγεσθαι πρὸς αὐτόν — 主动词 ἐκέλευσε(命令)在此处与与格间接宾语 τοῖς αἰτοῦσι 连用,并支配不定式 διαλέγεσθαι。过去时分词 ἀποθεμένοις 和 ἀνοίξασι 均为与格,以与 τοῖς αἰτοῦσι 一致,表示在不定式动作发生之前必须满足的前置条件(时间/手段)。
  2. §5.60.3οὓς ἂν ὁ ὕπατος ἀποφήνῃ ¦990¦ ῥάβδοις μαστιγωθέντας ἀποκοπῆναι τὰς κεφαλάς — 由关系代词 οὕς、不特定关系助词 ἄν 和虚拟语气动词 ἀποφήνῃ 构成的关系条件从句(“凡执政官所指名的人”)。尽管主句动词为过去时(ἐδικαίωσαν),此处仍维持虚拟语气以表示一种假定的、不确定的可能性。不定式 ἀποκοπῆναι 依赖于主句动词,用以阐明判决的具体刑罚内容。

引用这一段

哈利卡纳苏斯的狄奥尼修斯, 罗马古事记 §5.60.1-5.60.4. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0081.tlg001.humanitext-grc2:5.60.1-5.60.4

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。