§5.58.1ὕπατοι δʼ εἰς τὸν ἐπιόντα ἐνιαυτὸν ἀπεδείχθησαν Πόπλιος Οὐετούριος Γεμῖνος καὶ Πόπλιος Αἰβούτιος Ἔλβας.
翌年の執政官には、プブリウス・ウェトゥリウス・ゲミヌスとプブリウス・アイブティウス・エルバスが任命された。
τούτων ὁ μὲν Αἰβούτιος ἐπὶ τῶν πολιτικῶν ἐτάχθη πραγμάτων φυλακῆς οὐ μικρᾶς δεῖσθαι δοκούντων, μή τις ἑτέρα νεωτερισθῇ πρᾶξις ἐκ τῶν πενήτων·
これらのうちアイブティウスは、貧民による別の反乱が企てられないよう、少なからぬ警戒を必要とするように思われた国政の諸問題に配置された。
Οὐετούριος δὲ τὴν ἡμίσειαν τῆς στρατιᾶς ἐπαγόμενος τὴν Φιδηναίων γῆν ἐδῄου κωλύοντος οὐδενὸς καὶ προσκαθεζόμενος τῇ πόλει προσβολὰς ἐποιεῖτο συνεχεῖς.
一方、ウェトゥリウスは軍の半分を率いて、何ら妨げられることなくフィデナエの地を略奪し、その市に陣を敷いて絶えず攻撃を仕掛けた。
οὐ δυνάμενος δὲ πολιορκίᾳ τὸ τεῖχος ἑλεῖν ἀπεχαράκου τὰ πέριξ καὶ ἀπετάφρευεν ὡς λιμῷ §5.58.2τοὺς ἀνθρώπους παραστησόμενος.
しかし、包囲戦によって城壁を奪うことができなかったため、周囲に杭柵を巡らし、濠を掘って、飢餓によって人々を降伏させるつもりであった。
ἤδη δὲ κάμνουσι τοῖς Φιδηναίοις ἧκεν ἐπικουρία Λατίνων, ἣν ἀπέστειλε Σέξτος Ταρκύνιος, καὶ σῖτος καὶ ὅπλα καὶ τἆλλα τὰ εἰς τὸν πόλεμον ἐπιτήδεια.
すでに苦境に陥っていたフィデナエ人のもとに、セクストス・タルクィニウスが派遣したラティウム人の援軍、ならびに穀物や武器、その他戦争に必要な物資が到着した。
οἷς πιστεύσαντες ἐθάρρησαν προελθεῖν ἐκ τῆς πόλεως, δύναμις οὐ μικρά, καὶ ποιοῦνται στρατόπεδον ἐν ὑπαίθρῳ.
彼らはこれらを信頼して、少なからぬ軍勢で市から進み出る勇気を得て、野外に陣営を築いた。
ὁ μὲν δὴ περιτειχισμὸς οὐκέτι τοῖς Ῥωμαίοις χρήσιμος ἦν, ἐδόκει δʼ ἀγῶνος δεῖν·
そのため、ローマ人にとってはもはや包囲壁は役に立たず、戦闘が必要であると思われた。
καὶ γίνεται πλησίον τῆς πόλεως μάχη μέχρι τινὸς ἀγχώμαλος· ἔπειτα ὑπὸ τοῦ ταλαιπώρου τῶν Ῥωμαίων, ὃ διὰ τὴν πολλὴν ἄσκησιν αὐτοῖς περιῆν, ἐκβιασθέντες οἱ Φιδηναῖοι πλείους ὄντες ὑπʼ ἐλαττόνων εἰς φυγὴν κατέστησαν.
そして市の近くで戦闘が起こり、しばらくの間は互角であったが、その後、多くの鍛錬によって培われていたローマ人の不屈の忍耐によって、多勢であったフィデナエ人は少数の者たちに圧倒され、敗走するに至った。
§5.58.3φόνος δʼ οὐ πολὺς αὐτῶν ἐγένετο, τῆς ὑποχωρήσεως εἰς τὴν πόλιν οὐ διὰ μακροῦ γενομένης καὶ τῶν ἐπὶ τοῖς τείχεσι τοὺς διώξαντας ἀποκρουσαμένων.
彼らの被害は多くなかった。 撤退が市からさほど遠くない場所で行われ、城壁の上の者たちが追撃する者たちを撃退したからである。
μετὰ τοῦτο τὸ ἔργον οἱ μὲν ἐπίκουροι διασκεδασθέντες ἀπῄεσαν οὐδὲν τοὺς ἔνδον ὠφελήσαντες·
この戦闘の後、援軍の者たちは分散して立ち去り、城内の者たちには何の役にも立たなかった。
ἡ δὲ πόλις ἐν ταῖς αὐταῖς πάλιν ἐγεγόνει συμφοραῖς καὶ τῇ σπάνει τῶν ἀναγκαίων ἐπονεῖτο,
そして市は再び同じ困難に陥り、必需品の不足に苦しんだ。
§5.58.4κατὰ δὲ τοὺς αὐτοὺς χρόνους Σέξτος Ταρκύνιος ἄγων στρατιὰν Λατίνων ἐπὶ Σιγνίαν κατεχομένην ὑπὸ Ῥωμαίων ἐστράτευσεν, ὡς ἐξ ἐφόδου τὸ φρούριον παραληψόμενος.
同じ時期に、セクストス・タルクィニウスはラティウム人の軍を率いて、ローマ人によって保持されていたシグニアに侵攻した。 一撃でその砦を奪取するつもりで。
γενναίως δὲ τῶν ἔνδον ἀπομαχεσαμένων, παρεσκεύαστο μὲν ὡς λιμῷ τοὺς ἀνθρώπους τὸ χωρίον ἐκλιπεῖν ἀναγκάσων καὶ πολὺν αὐτόθι χρόνον οὐδὲν ἀξιόλογον πράττων διετέλει·
しかし、城内の者たちが勇敢に防戦したため、彼は飢餓によって人々がその場所を去るように強いる準備を整え、そこに長期間留まったものの、特筆すべきことは何も成し遂げられないままであった。
ἀποτυχὼν δὲ καὶ ταύτης τῆς ἐλπίδος ἀφικομένης τοῖς φρουροῖς ἀγορᾶς τε καὶ βοηθείας ἀπὸ τῶν ὑπάτων, λύσας τὴν πολιορκίαν ἀπῆγε τὰς δυνάμεις.
この希望にも落胆し、さらに執政官たちから守備隊のために食糧と増援が到着したため、彼は包囲を解いて軍を引き揚げた。