Humanitext Reader

哈利卡纳苏斯的狄奥尼修斯 · 罗马古事记 §5.58.1-5.58.4

维图里乌斯围攻斐代奈与击退拉丁援军

第 387 段,共 962 段 · 希腊语

内容简介

普布利乌斯·维图里乌斯和普布利乌斯·埃布蒂乌斯就任执政官。埃布蒂乌斯负责内政防范,维图里乌斯则围攻斐代奈并击败拉丁援军;同时,塞克斯图斯·塔奎尼乌斯围攻西格尼亚的企图也宣告失败。

§5.58.1ὕπατοι δʼ εἰς τὸν ἐπιόντα ἐνιαυτὸν ἀπεδείχθησαν Πόπλιος Οὐετούριος Γεμῖνος καὶ Πόπλιος Αἰβούτιος Ἔλβας.
翌年的执政官被任命为普布利乌斯·维图里乌斯·杰米努斯和普布利乌斯·埃布蒂乌斯·埃尔巴。
τούτων ὁ μὲν Αἰβούτιος ἐπὶ τῶν πολιτικῶν ἐτάχθη πραγμάτων φυλακῆς οὐ μικρᾶς δεῖσθαι δοκούντων, μή τις ἑτέρα νεωτερισθῇ πρᾶξις ἐκ τῶν πενήτων· Οὐετούριος δὲ τὴν ἡμίσειαν τῆς στρατιᾶς ἐπαγόμενος τὴν Φιδηναίων γῆν ἐδῄου κωλύοντος οὐδενὸς καὶ προσκαθεζόμενος τῇ πόλει προσβολὰς ἐποιεῖτο συνεχεῖς.
他们之中,埃布蒂乌斯被派去管理内政事务,因为这些事务似乎需要不小的防范,以免穷人发起另一场变革;而维图里乌斯则率领半数军队,在无人阻碍的情况下劫掠了斐代奈人的土地,并驻军在该城下,不断发起进攻。
οὐ δυνάμενος δὲ πολιορκίᾳ τὸ τεῖχος ἑλεῖν ἀπεχαράκου τὰ πέριξ καὶ ἀπετάφρευεν ὡς λιμῷ §5.58.2τοὺς ἀνθρώπους παραστησόμενος.
由于他无法通过围攻夺取城墙,便在四周筑起栅栏、挖出战壕,企图用饥饿迫使城里的人投降。
ἤδη δὲ κάμνουσι τοῖς Φιδηναίοις ἧκεν ἐπικουρία Λατίνων, ἣν ἀπέστειλε Σέξτος Ταρκύνιος, καὶ σῖτος καὶ ὅπλα καὶ τἆλλα τὰ εἰς τὸν πόλεμον ἐπιτήδεια.
在斐代奈人已陷入困境之时,塞克斯图斯·塔奎尼乌斯派遣的拉丁人援军,以及粮食、武器和其他战争必需品运抵了。
οἷς πιστεύσαντες ἐθάρρησαν προελθεῖν ἐκ τῆς πόλεως, δύναμις οὐ μικρά, καὶ ποιοῦνται στρατόπεδον ἐν ὑπαίθρῳ.
他们依仗这些物资,鼓起勇气率领一支不小的兵力从城里走出来,在郊外驻扎下来。
ὁ μὲν δὴ περιτειχισμὸς οὐκέτι τοῖς Ῥωμαίοις χρήσιμος ἦν, ἐδόκει δʼ ἀγῶνος δεῖν·
因此,围墙对罗马人来说已不再有用,似乎必须进行一场决战。
καὶ γίνεται πλησίον τῆς πόλεως μάχη μέχρι τινὸς ἀγχώμαλος· ἔπειτα ὑπὸ τοῦ ταλαιπώρου τῶν Ῥωμαίων, ὃ διὰ τὴν πολλὴν ἄσκησιν αὐτοῖς περιῆν, ἐκβιασθέντες οἱ Φιδηναῖοι πλείους ὄντες ὑπʼ ἐλαττόνων εἰς φυγὴν κατέστησαν.
于是在城附近发生了一场战斗,起初在一定程度上势均力敌;接着,在罗马人因长期的训练而拥有的坚韧耐力面前,斐代奈人虽然人数较多,却被较少的人数击败,陷入溃逃。
§5.58.3φόνος δʼ οὐ πολὺς αὐτῶν ἐγένετο, τῆς ὑποχωρήσεως εἰς τὴν πόλιν οὐ διὰ μακροῦ γενομένης καὶ τῶν ἐπὶ τοῖς τείχεσι τοὺς διώξαντας ἀποκρουσαμένων.
他们的伤亡并不惨重,因为撤退是在离城不远的地方进行的,而且城墙上的人击退了追击者。
μετὰ τοῦτο τὸ ἔργον οἱ μὲν ἐπίκουροι διασκεδασθέντες ἀπῄεσαν οὐδὲν τοὺς ἔνδον ὠφελήσαντες· ἡ δὲ πόλις ἐν ταῖς αὐταῖς πάλιν ἐγεγόνει συμφοραῖς καὶ τῇ σπάνει τῶν ἀναγκαίων ἐπονεῖτο,
在这次战斗之后,援军溃散而去,对城里的人毫无帮助;而该城再次陷入同样的困境,因生活必需品的匮乏而苦苦挣扎。
§5.58.4κατὰ δὲ τοὺς αὐτοὺς χρόνους Σέξτος Ταρκύνιος ἄγων στρατιὰν Λατίνων ἐπὶ Σιγνίαν κατεχομένην ὑπὸ Ῥωμαίων ἐστράτευσεν, ὡς ἐξ ἐφόδου τὸ φρούριον παραληψόμενος.
就在同一时期,塞克斯图斯·塔奎尼乌斯率领一支拉丁人军队,向罗马人控制下的西格尼亚进军,企图通过突袭夺取这座堡垒。
γενναίως δὲ τῶν ἔνδον ἀπομαχεσαμένων, παρεσκεύαστο μὲν ὡς λιμῷ τοὺς ἀνθρώπους τὸ χωρίον ἐκλιπεῖν ἀναγκάσων καὶ πολὺν αὐτόθι χρόνον οὐδὲν ἀξιόλογον πράττων διετέλει· ἀποτυχὼν δὲ καὶ ταύτης τῆς ἐλπίδος ἀφικομένης τοῖς φρουροῖς ἀγορᾶς τε καὶ βοηθείας ἀπὸ τῶν ὑπάτων, λύσας τὴν πολιορκίαν ἀπῆγε τὰς δυνάμεις.
但在城内的人进行了英勇的抵抗后,他虽做好准备企图用饥饿迫使城里的人放弃该地,并在此逗留了很长时间,却未能取得任何值得称道的战果;在这一希望也落空,且执政官们为守军运来的粮食和援军抵达后,他便解除了包围,撤回了军队。

词汇与语法注释

  1. 984φυλακῆς οὐ μικρᾶς δεῖσθαι δοκούντων — 这是一个独立属格结构,其逻辑主语是前面的 `πολιτικῶν ... πραγμάτων`。分词 `δοκούντων`(δοκέω 的现在活动分词中性复数属格)支配不定式 `δεῖσθαι`,意为“因为[国政事务]似乎需要不小的防范”。
  2. 15ὡς λιμῷ ... παραστησόμενος — 连词 `ὡς` 与将来时分词 `παραστησόμενος`(παρίστημι 的将来时中动分词阳性单数主格,此处意为“使归顺、使降伏”)结合,表示主语(维图里乌斯)的主观意图或目的,意为“企图以饥饿迫使他们投降”。
  3. 985ὑπὸ τοῦ ταλαιπώρου τῶν Ῥωμαίων — 形容词 `ταλαίπωρος`(“耐劳的、坚韧的”)的中性单数形式加上冠词,被名词化为 `τὸ ταλαίπωρον`(“坚韧、耐力”),由表示原因或施事者的介词 `ὑπό` 支配,并带有属格 `τῶν Ῥωμαίων`(所有属格或主格性属格),意为“由于罗马人的坚韧不拔”。
  4. 986παρεσκεύαστο μὲν ὡς — 动词 `παρασκευάζω` 的过去完成时中动/被动第三人称单数。既可以解释为无人称被动(“已做好准备以……”),也可以补出主语(塞克斯图斯)解释为“他已做好准备,意图(以饥饿迫使他们离开)”。由于后面紧跟着由 `ὡς` 引导的将来时分词 `ἀναγκάσων`(表示主观意图),支持后一种解释。

引用这一段

哈利卡纳苏斯的狄奥尼修斯, 罗马古事记 §5.58.1-5.58.4. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0081.tlg001.humanitext-grc2:5.58.1-5.58.4

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。