Humanitext Reader

ハリカルナッソスのディオニュシオス · ローマ古代誌 §5.57.1-5.57.5

陰謀者の処刑と執政官マニウスの急死

386 / 962 箇所 · ギリシア語

要旨

執政官は周到な準備のもとで陰謀の首謀者たちを広場におびき寄せて逮捕し、元老院と民会の承認を得て全員を処刑する。市民の殺害に伴う浄めの儀式が行われるが、共同執政官マニウスが不慮の事故で亡くなり、残りの任期はソルピキウス一人が務める。

§5.57.1παρασκευασάμενος δὲ ταῦτα τοῖς μηνύσασι τὴν πρᾶξιν εἶπε. . . , πρὸς τοὺς ἡγεμόνας τῶν συνωμοτῶν ἥκειν εἰς τὴν ἀγορὰν περὶ μέσας νύκτας, ἄγοντας οἷς μάλιστα πιστεύουσι τῶν ἑταίρων, ὡς ἐκεῖ τάξιν τε καὶ χώραν καὶ σύνθημα ληψομένους, καὶ ἃ δεῖ πράττειν ἑκάστους ἀκούσοντας.
これらを準備したのち、彼は密告した者たちに …陰謀の首謀者たちのもとに行き、夜半頃に、最も信頼する仲間たちを率いて広場に来るよう伝えるよう言った。 そこで各自が配置と持ち場と合図を受け取り、各自がなすべきことを聞くことになっているとして。
ἐγίγνετο ταῦτα·
この通りに事は運んだ。
καὶ ἐπειδὴ συνήχθησαν οἱ προεστηκότες τῶν ἑταίρων ἅπαντες εἰς τὴν ἀγοράν, διὰ συνθημάτων ἀδήλων ἐκείνοις εὐθὺς αἵ τε ἄκραι πλήρεις ἐγίγνοντο τῶν ὑπὲρ τῆς πόλεως ἀνειληφότων τὰ ὅπλα καὶ τὰ περὶ τὴν ἀγορὰν ὑπὸ τῶν ἱππέων ἐφρουρεῖτο κύκλῳ, μία τε οὐ κατελείπετο τοῖς ἀπιέναι βουλομένοις ἔξοδος.
そして、仲間の指導者たちが全員広場に集まると、彼らにはわからない合図によって、ただちに、市のために武器を取った者たちで砦が満たされ、広場の周囲は騎兵たちによって四方から警備され、立ち去ろうとする者たちには出口が一つも残されなかった。
§5.57.2καὶ κατὰ τὸν αὐτὸν χρόνον ὁ ἕτερος τῶν ὑπάτων Μάνιος ἀπὸ τῆς Φιδήνης ἀναστὰς παρῆν εἰς τὸ πεδίον ἄγων τὴν δύναμιν.
そして同時に、もう一人の執政官マニウスがフィデナエから出立して、軍を率いて平原に到着した。
ὡς δʼ ἡμέρα τάχιστα διέλαμψεν, ὁπλίτας περὶ ἑαυτοὺς ἔχοντες οἱ ὕπατοι προῆλθον ἐπὶ τὸ βῆμα·
夜が明けるとすぐに、執政官たちは周囲に重装歩兵を従えて演壇に進み出た。
καὶ διὰ πάντων τῶν στενωπῶν τοῖς κήρυξι περιαγγεῖλαι κελεύσαντες ἥκειν τὸν δῆμον εἰς ἐκκλησίαν, παντὸς τοῦ κατὰ τὴν πόλιν ὄχλου συνδραμόντος, δηλοῦσί τε αὐτοῖς τὴν γενομένην ἐπὶ τῇ καθόδῳ τοῦ τυράννου συνωμοσίαν καὶ τοὺς μηνυτὰς ἀναβιβάζονται.
そして、すべての路地を通じて伝令たちに民衆が民会に集まるよう告げることを命じ、市の中のすべての群衆が駆けつけると、彼らに対して僭主の帰還を企てた陰謀が企てられていたことを明らかにし、密告者たちを登壇させた。
§5.57.3καὶ μετὰ τοῦτʼ ἀπολογεῖσθαι συγχωρήσαντες, ἐάν τινες ἀμφισβητῶσι πρὸς τὴν μήνυσιν, ἐπειδὴ πρὸς ἄρνησιν οὐδεὶς ἐπεχείρησε τραπέσθαι, μεταστάντες ἐκ τῆς ἀγορᾶς εἰς τὸ βουλευτήριον γνώμας ὑπὲρ αὐτῶν διηρώτησαν τοὺς συνέδρους, καὶ γραψάμενοι τὰ δόξαντα αὐτοῖς ἧκον αὖθις ἐπὶ τὴν ἐκκλησίαν καὶ τὸ προβούλευμα ἀνέγνωσαν.
そしてそののち、もし密告に対して異議を唱える者がいれば弁明することを許したが、誰も否認に転じようとしなかったので、広場から元老院議事堂へと場所を移し、彼らについて議員たちの意見を求めた。 そして、決議された事項を書き留めると、再び民会へとやって来て、元老院決議案を読み上げた。
ἦν δὲ τοιόνδε·
それは次のようなものであった。
Ταρκυνίοις μὲν τοῖς μηνύσασι τὴν ἐπίθεσιν πολιτείαν δεδόσθαι καὶ ἀργυρίου μυρίας ἑκατέρῳ δραχμὰς καὶ πλέθρα γῆς δημοσίας εἴκοσι· τοὺς δὲ μετασχόντας τῆς συνωμοσίας συλληφθέντας ἀποθανεῖν, ἐὰν καὶ τῷ δήμῳ ταὐτὰ δοκῇ.
すなわち、襲撃を密告したタルクィニウスたちには、市民権と、それぞれに一万ドラクマの銀貨、および公有地二十プレトロンを与えること、一方、陰謀に加担した者たちは逮捕され死刑に処されること、もし民衆も同様に決議するならば。
§5.57.4τοῦ δὲ συνεληλυθότος ὄχλου κύρια ποιήσαντος τὰ δόξαντα τῇ βουλῇ, μεταστῆναι κελεύσαντες ἐκ τῆς ἀγορᾶς τοὺς ἐπὶ τὴν ἐκκλησίαν συνεληλυθότας, ἔπειτʼ ἐκάλεσαν τοὺς ὑπηρέτας ἔχοντας ξίφη, οἳ πάντας τοὺς ἐνόχους ταῖς αἰτίαις ἐν ᾧ συνεκλείσθησαν χωρίῳ περιστάντες κατεφόνευσαν.
集まった群衆が元老院の決議を可決すると、民会に集まっていた人々を広場から立ち去らせたのち、剣を持った従者たちを呼んだ。 彼らは、告発された罪状に該当するすべての者たちを、彼らが閉じ込められていた場所で取り囲み、処刑した。
διαχρησάμενοι δὲ τούτους οὐκέτι παρεδέξαντο μήνυσιν οὐδεμίαν κατʼ οὐθενὸς τῶν ταὐτὰ βουλευσαμένων, ἀλλὰ πάντας ἀφῆκαν τῶν ἐγκλημάτων τοὺς διαφυγόντας τὴν ἐκ χειρὸς κόλασιν, ἵνα πᾶν ἐξαιρεθῇ τὸ ταραχῶδες ἐκ τῆς πόλεως.
彼らを処刑すると、同じことを企てた他の誰に対しても、もはやいかなる密告も受け入れず、直接的な処罰を免れた者たち全員を罪から解放した。 それは、すべての不穏な要素が市から一掃されるためであった。
§5.57.5οἱ μὲν δὴ συστήσαντες τὴν συνωμοσίαν τοιούτῳ τρόπῳ διεφθάρησαν·
このようにして陰謀を企てた者たちは滅ぼされた。
ἡ δὲ βουλὴ καθαρθῆναι ψηφισαμένη τοὺς πολίτας ἅπαντας, ὅτι περὶ πολιτικοῦ φόνου γνώμας ἠναγκάσθησαν ἀποδείξασθαι, ὡς οὐ θεμιτὸν αὐτοῖς ἐφʼ ἱερὰ παρεῖναι καὶ θυσιῶν κατάρχεσθαι, πρὶν ἀφοσιώσασθαι τὸ μίασμα καὶ τὴν συμφορὰν λῦσαι τοῖς εἰωθόσι καθαρμοῖς·
そして元老院は、市民の殺害について意見を表明せざるを得なかったために、全市民が浄められるべきであると議決した。 というのも、汚れを祓い、慣習的な浄めの儀式によってこの災厄を解くまでは、彼らが神聖な儀式に立ち会ったり、犠牲祭を開始したりすることは神に背くことだからである。
ἐπειδὴ πᾶν ὅσον ἦν ὅσιον ὑπὸ τῶν ἐξηγουμένων τὰ θεῖα κατὰ τὸν ἐπιχώριον νόμον ἐπράχθη, θυσίας μετὰ τοῦτο χαριστηρίους καὶ ἀγῶνας ἔκρινεν ἐπιτελεσθῆναι, καὶ τρεῖς ἡμέρας ἔθηκεν εἰς ταῦτα ἱεράς.
神事を解釈する者たちによって国の掟に従い神聖な事柄がすべて行われたのち、元老院はこれに続いて感謝の犠牲祭と競技会を執り行うことを決定し、このために三日間の聖日を定めた。
Μανίου δὲ Τυλλίου θατέρου τῶν ὑπάτων ἐν τοῖς ἱεροῖς καὶ ἐπωνύμοις τῆς πόλεως ἀγῶσι κατὰ τὴν πομπὴν ἐκ τοῦ ἱεροῦ πεσόντος ἅρματος κατʼ αὐτὸν τὸν ἱππόδρομον, καὶ τρίτῃ μετὰ τὴν πομπὴν ταύτην ἡμέρᾳ τελευτήσαντος, τὸν λειπόμενον χρόνον βραχὺν ὄντα τὴν ἀρχὴν μόνος ὁ Σολπίκιος κατέσχεν.
しかし、もう一人の執政官マニウス・トゥッリウスが、市の神聖かつ市名を冠した競技会の巡行の際、競馬場そのもので神聖な戦車から転落し、この巡行の三日後に死去したため、任期の残りの短い期間、ソルピキウスが一人で執政官の職を務めた。

語釈・文法注

  1. 980εἶπε ... — テキストの一部が欠落しているか、アポシオペーシス(省略)がある。直後の `ἥκειν`(行くこと)は不定詞であり、文脈上、執政官が密告者たちに対して「陰謀者たちに〜するように命じる/伝えるよう言った」という間接命令を表す。
  2. 982Ταρκυνίοις — 利益の与格。「タルクィニウスたちに」。この固有名詞は複数形であり、陰謀を密告した二人のタルクィニウス(前章で言及された人物)を指す。
  3. 983ὡς οὐ θεμιτὸν αὐτοῖς — 接頭辞的な接続詞 `ὡς` が主観的な理由または当時の信念を示し、直後に非人称形容詞 `θεμιτόν` を伴う対格不定詞構文(動詞 `εἶναι` の省略)が続いている。「彼らににとって〜は許されないことであるから」。

この箇所を引用する

ハリカルナッソスのディオニュシオス, ローマ古代誌 §5.57.1-5.57.5. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0081.tlg001.humanitext-grc2:5.57.1-5.57.5

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。