§5.57.1παρασκευασάμενος δὲ ταῦτα τοῖς μηνύσασι τὴν πρᾶξιν εἶπε. . . , πρὸς τοὺς ἡγεμόνας τῶν συνωμοτῶν ἥκειν εἰς τὴν ἀγορὰν περὶ μέσας νύκτας, ἄγοντας οἷς μάλιστα πιστεύουσι τῶν ἑταίρων, ὡς ἐκεῖ τάξιν τε καὶ χώραν καὶ σύνθημα ληψομένους, καὶ ἃ δεῖ πράττειν ἑκάστους ἀκούσοντας.
准备好这些之后,他向揭发阴谋的人说道……去阴谋的头目那里,让他们在半夜时分,率领他们最信任的同伴来到广场,就好像他们将在那里接受各自的部署、位置和信号,并听取各人必须做的事。
ἐγίγνετο ταῦτα·
事情正是这样进行的。
καὶ ἐπειδὴ συνήχθησαν οἱ προεστηκότες τῶν ἑταίρων ἅπαντες εἰς τὴν ἀγοράν, διὰ συνθημάτων ἀδήλων ἐκείνοις εὐθὺς αἵ τε ἄκραι πλήρεις ἐγίγνοντο τῶν ὑπὲρ τῆς πόλεως ἀνειληφότων τὰ ὅπλα καὶ τὰ περὶ τὴν ἀγορὰν ὑπὸ τῶν ἱππέων ἐφρουρεῖτο κύκλῳ, μία τε οὐ κατελείπετο τοῖς ἀπιέναι βουλομένοις ἔξοδος.
当同伴的头目们全部聚集到广场时,通过对他们而言不明的信号,卫城立即被为了城市而拿起武器的人所占满,广场周围也被骑士们合围看守,不给想要离开的人留下任何一条出路。
§5.57.2καὶ κατὰ τὸν αὐτὸν χρόνον ὁ ἕτερος τῶν ὑπάτων Μάνιος ἀπὸ τῆς Φιδήνης ἀναστὰς παρῆν εἰς τὸ πεδίον ἄγων τὴν δύναμιν.
与此同时,另一位执政官马尼乌斯从斐代奈出发,率领军队来到平原。
ὡς δʼ ἡμέρα τάχιστα διέλαμψεν, ὁπλίτας περὶ ἑαυτοὺς ἔχοντες οἱ ὕπατοι προῆλθον ἐπὶ τὸ βῆμα· καὶ διὰ πάντων τῶν στενωπῶν τοῖς κήρυξι περιαγγεῖλαι κελεύσαντες ἥκειν τὸν δῆμον εἰς ἐκκλησίαν, παντὸς τοῦ κατὰ τὴν πόλιν ὄχλου συνδραμόντος, δηλοῦσί τε αὐτοῖς τὴν γενομένην ἐπὶ τῇ καθόδῳ τοῦ τυράννου συνωμοσίαν καὶ τοὺς μηνυτὰς ἀναβιβάζονται.
天刚放亮,执政官们就在重装步兵的环卫下走向讲坛;他们命令传令兵在所有的街巷宣告,让民众齐集参加公民大会,在城里的所有群众都奔跑聚集过来之后,向他们公开了为了僭主复辟而发生的阴谋,并让告密者们登上讲坛。
§5.57.3καὶ μετὰ τοῦτʼ ἀπολογεῖσθαι συγχωρήσαντες, ἐάν τινες ἀμφισβητῶσι πρὸς τὴν μήνυσιν, ἐπειδὴ πρὸς ἄρνησιν οὐδεὶς ἐπεχείρησε τραπέσθαι, μεταστάντες ἐκ τῆς ἀγορᾶς εἰς τὸ βουλευτήριον γνώμας ὑπὲρ αὐτῶν διηρώτησαν τοὺς συνέδρους, καὶ γραψάμενοι τὰ δόξαντα αὐτοῖς ἧκον αὖθις ἐπὶ τὴν ἐκκλησίαν καὶ τὸ προβούλευμα ἀνέγνωσαν. ἦν δὲ τοιόνδε·
在此之后,他们允许被告人辩护——如果有人对指控提出异议的话;但既然没有人企图转向否认,他们便从广场移步到元老院议事堂,向议员们征询关于这些人的意见,并在记录下他们的决议后,再次来到公民大会,宣读了元院决议草案。
Ταρκυνίοις μὲν τοῖς μηνύσασι τὴν ἐπίθεσιν πολιτείαν δεδόσθαι καὶ ἀργυρίου μυρίας ἑκατέρῳ δραχμὰς καὶ πλέθρα γῆς δημοσίας εἴκοσι· τοὺς δὲ μετασχόντας τῆς συνωμοσίας συλληφθέντας ἀποθανεῖν, ἐὰν καὶ τῷ δήμῳ ταὐτὰ δοκῇ.
其内容如下:给揭发这次袭击的塔奎尼乌斯兄弟授予公民权,并给他们每人一万德拉克马银币和二十普勒特隆的公有地;而参与阴谋的人则在被捕后处死,如果民众也同意同样的决议。
§5.57.4τοῦ δὲ συνεληλυθότος ὄχλου κύρια ποιήσαντος τὰ δόξαντα τῇ βουλῇ, μεταστῆναι κελεύσαντες ἐκ τῆς ἀγορᾶς τοὺς ἐπὶ τὴν ἐκκλησίαν συνεληλυθότας, ἔπειτʼ ἐκάλεσαν τοὺς ὑπηρέτας ἔχοντας ξίφη, οἳ πάντας τοὺς ἐνόχους ταῖς αἰτίαις ἐν ᾧ συνεκλείσθησαν χωρίῳ περιστάντες κατεφόνευσαν.
在聚集的群众使元老院的决议具有法律效力后,他们命令为集会而聚集的人退出广场,然后召来持剑的侍从,侍从们将所有身负罪责的人在他们被关押的地方包围起来并予以处死。
διαχρησάμενοι δὲ τούτους οὐκέτι παρεδέξαντο μήνυσιν οὐδεμίαν κατʼ οὐθενὸς τῶν ταὐτὰ βουλευσαμένων, ἀλλὰ πάντας ἀφῆκαν τῶν ἐγκλημάτων τοὺς διαφυγόντας τὴν ἐκ χειρὸς κόλασιν, ἵνα πᾶν ἐξαιρεθῇ τὸ ταραχῶδες ἐκ τῆς πόλεως.
在处决了这些人之后,他们不再接受针对任何其他有同样企图之人的告密,而是免除了所有逃脱直接惩罚之人的罪责,以便将一切动荡因素从城市中彻底铲除。
§5.57.5οἱ μὲν δὴ συστήσαντες τὴν συνωμοσίαν τοιούτῳ τρόπῳ διεφθάρησαν·
就这样,组织阴谋的人以此种方式被消灭了。
ἡ δὲ βουλὴ καθαρθῆναι ψηφισαμένη τοὺς πολίτας ἅπαντας, ὅτι περὶ πολιτικοῦ φόνου γνώμας ἠναγκάσθησαν ἀποδείξασθαι, ὡς οὐ θεμιτὸν αὐτοῖς ἐφʼ ἱερὰ παρεῖναι καὶ θυσιῶν κατάρχεσθαι, πρὶν ἀφοσιώσασθαι τὸ μίασμα καὶ τὴν συμφορὰν λῦσαι τοῖς εἰωθόσι καθαρμοῖς·
元老院决议让所有公民接受净化,因为他们曾被迫就公民的杀戮发表意见,而在他们通过惯常的净化仪式消除污秽并解除这一灾祸之前,参加神圣仪式和开始祭祀在神法上是不允许的。
ἐπειδὴ πᾶν ὅσον ἦν ὅσιον ὑπὸ τῶν ἐξηγουμένων τὰ θεῖα κατὰ τὸν ἐπιχώριον νόμον ἐπράχθη, θυσίας μετὰ τοῦτο χαριστηρίους καὶ ἀγῶνας ἔκρινεν ἐπιτελεσθῆναι, καὶ τρεῖς ἡμέρας ἔθηκεν εἰς ταῦτα ἱεράς.
在阐释神圣事务的人按照当地法律履行了所有神圣仪式之后,元老院决定在此之后举行感恩祭和竞技会,并为此设立了三天的神圣节日。
Μανίου δὲ Τυλλίου θατέρου τῶν ὑπάτων ἐν τοῖς ἱεροῖς καὶ ἐπωνύμοις τῆς πόλεως ἀγῶσι κατὰ τὴν πομπὴν ἐκ τοῦ ἱεροῦ πεσόντος ἅρματος κατʼ αὐτὸν τὸν ἱππόδρομον, καὶ τρίτῃ μετὰ τὴν πομπὴν ταύτην ἡμέρᾳ τελευτήσαντος, τὸν λειπόμενον χρόνον βραχὺν ὄντα τὴν ἀρχὴν μόνος ὁ Σολπίκιος κατέσχεν.
然而,在城市的繁盛且冠名的竞技会游行期间,另一位执政官马尼乌斯·图利乌斯在赛马场内从神圣战车上跌落,并在游行后的第三天去世,因此在官职剩下的短暂时间里,由索尔皮基乌斯一人独掌政权。