§5.56.1ἄλλος μὲν οὖν ἄν τις ἀποχρῆν ὑπέλαβεν αὐτὸ τὸ κεφάλαιον εἰπεῖν, ὅτι συλλαβὼν τοὺς μετασχόντας τῶν ἀπορρήτων βουλευμάτων ἀπέκτεινεν, ὡς ὀλίγης τοῖς πράγμασι δηλώσεως δέον·
したがって、他の誰かなら、事柄の記述にはわずかな説明しか必要でないとして、秘密の企てに加担した者たちを逮捕して処刑したという要点そのものを述べるだけで十分であると考えたであろう。
ἐγὼ δὲ καὶ τὸν τρόπον τῆς συλλήψεως τῶν ἀνδρῶν ἱστορίας ἄξιον εἶναι νομίσας ἔκρινα μὴ παρελθεῖν, ἐνθυμούμενος ὅτι τοῖς ἀναγινώσκουσι τὰς ἱστορίας οὐχ ἱκανόν ἐστιν εἰς ὠφέλειαν τὸ τέλος αὐτὸ τῶν πραχθέντων ἀκοῦσαι, ἀπαιτεῖ δʼ ἕκαστος καὶ τὰς αἰτίας ἱστορῆσαι τῶν γινομένων καὶ τοὺς τρόπους τῶν πράξεων καὶ τὰς διανοίας τῶν πραξάντων καὶ τὰ παρὰ τοῦ δαιμονίου συγκυρήσαντα, καὶ μηδενὸς ἀνήκοος γενέσθαι τῶν πεφυκότων τοῖς πράγμασι παρακολουθεῖν·
しかし私は、その男たちの逮捕のやり方もまた歴史に記録する価値があると考え、これを省略せずに書き残すことに決めた。 なぜなら、歴史を読む人々にとって、なされた事柄の結末そのものを聞くだけでは有益となるには不十分であり、読者の一人ひとりは、生じた事柄の原因や、行動のやり方、実行した者たちの意図、そして神的な力によって同時にもたらされた出来事について歴史として知ること、および、事態に随伴する性質を持つ事柄を何一つ聞き漏らさないことを求めている、と考慮したからである。
τοῖς δὲ πολιτικοῖς καὶ πάνυ ἀναγκαίαν ὑπάρχουσαν ὁρῶν τὴν τούτων μάθησιν, ἵνα παραδείγμασιν ἔχοιεν πρὸς τὰ συμβαίνοντα χρῆσθαι.
また、政治に関わる人々にとって、これらについて学ぶことは極めて必要不可欠であり、それによって彼らが将来起こる事柄に対してこれらを先例として用いることができるようになるのを、私は見ているからである。
§5.56.2ἦν δʼ ὁ τρόπος τῆς συλλήψεως τῶν συνωμοτῶν, ὃν ἐξεῦρεν ὁ ὕπατος, τοιόσδε.
さて、執政官が考案した陰謀者たちの逮捕の方法は、次のようなものであった。
τῶν μετεχόντων τοῦ βουλευτικοῦ συνεδρίου τοὺς ἀκμαιοτάτους ἐπιλεξάμενος ἐκέλευσεν αὐτοῖς, ὅταν λάβωσι τὸ σύνθημα μετὰ τῶν πιστοτάτων φίλων τε καὶ συγγενῶν τοὺς ἐρυμνοὺς τῆς πόλεως καταλαβέσθαι τόπους, ἐν οἷς ἐτύγχανον ἕκαστοι τὰς οἰκήσεις ἔχοντες·
参議会の議員のうち最も血気盛んな者たちを選び出し、彼らに対し、合図を受け取ったならば、最も信頼できる友人や親族とともに、それぞれがたまたま住居を構えていた市の中の要害の地を占拠するよう命じた。
τοῖς θʼ ἱππεῦσι προεῖπεν ἐν ταῖς ἐπιτηδειοτάταις τῶν περὶ τὴν ἀγορὰν οἰκιῶν περιμένειν ἔχουσι ξίφη καὶ ποιεῖν, ὅ τι ἂν αὐτοῖς κελεύῃ.
また、騎士たちには、広場の周囲にある最も好都合な家々の中で剣を携えて待機し、彼が命じることは何でも実行するようあらかじめ命じておいた。
§5.56.3ἵνα δὲ μηθὲν ἐν τῇ συλλήψει τῶν πολιτῶν νεωτερίσωσιν οἱ προσήκοντες αὐτοῖς ἢ τῶν ἄλλων τινὲς πολιτῶν μηδʼ ἐμφύλιοι διὰ τὴν ταραχὴν ταύτην γένωνται φόνοι, γράμματα πέμψας πρὸς τὸν ἐπὶ τῆς πολιορκίας τῆς Φιδηναίων τεταγμένον ὕπατον ἐκέλευσεν ἀρχομένης τῆς νυκτὸς ἄγοντα τὸ κράτιστον τῆς στρατιᾶς ἥκειν ἐπὶ τὴν πόλιν καὶ πλησίον τοῦ τείχους ἐν ὀρεινῷ τόπῳ θέσθαι τὰ ὅπλα.
そして、市民たちの逮捕に際して、彼らの親族や他の市民の誰かが何らかの不穏な動きを起こすことも、この混乱によって同胞同士の殺害が生じることもないようにするために、フィデナエ包囲を任務とする執政官のもとに書状を送り、夜の始まりに軍の精鋭を率いて市へと進軍し、城壁の近くの山がちな場所に陣を敷くよう命じた。