§5.55.1ταῦτα τοῖς πρέσβεσιν ἀποκρινάμενος καὶ προπέμψας ἐκ τῆς πόλεως μετὰ τοῦτο φράζει τῇ βουλῇ περὶ τῆς ἀπορρήτου συνωμοσίας, ἃ παρὰ τῶν μηνυτῶν ἔμαθε·
これらのことを使節たちに回答し、市から送り出した後、執政官はこののち、密告者たちから得た情報を秘密の陰謀について元老院に告げた。
καὶ λαβὼν ἐξουσίαν παρʼ αὐτῶν αὐτοκράτορα τοῦ διερευνήσασθαι τοὺς μετασχόντας τῶν ἀπορρήτων βουλευμάτων καὶ τοῦ κολάσαι τοὺς ἐξευρεθέντας, οὐ τὴν αὐθάδη καὶ τυραννικὴν ἦλθεν ὁδόν, ὡς ἕτερος ἄν τις ἐποίησεν εἰς τοσαύτην κατακλεισθεὶς ἀνάγκην·
そして、秘密の企てに加担した者たちを捜査し、見出された者たちを処罰する全権的な権限を元老院から得たが、これほど大きな窮境に追い込まれたなら他の誰かならしたであろうように、傲慢で僭主的な道を進むことはしなかった。
ἀλλʼ ἐπὶ τὴν εὐλόγιστόν τε καὶ ἀσφαλῆ καὶ τῷ σχήματι τῆς καθεστώσης τότε πολιτείας ἀκόλουθον ἐτράπετο.
むしろ彼は、思慮深く安全で、かつ当時確立されていた国制のあり方に適合する道を選んだ。
§5.55.2οὔτε γὰρ ἐκ τῶν οἰκιῶν συλλαμβανομένους ἄγεσθαι τοὺς πολίτας ἐπὶ τὸν θάνατον ἀποσπωμένους ἀπὸ γυναικῶν τε καὶ τέκνων καὶ πατέρων ἐβουλήθη, τόν τʼ οἶκτον ἐνθυμούμενος, οἷος ἔσται τῶν προσηκόντων ἑκάστοις παρὰ τὸν ἀποσπασμὸν τῶν ἀναγκαιοτάτων καὶ δεδοικώς, μή τινες ἀπονοηθέντες ἐπὶ τὰ ὅπλα τὴν ὁρμὴν λάβωσι, καὶ διʼ αἵματος ἐμφυλίου χωρήσῃ τὸ ἀναγκασθὲν παρανομεῖν·
というのも、彼は、市民たちが家から捕らえられ、妻や子供や父親たちから引き離されて死へと連行されることを望まなかったからである。 最愛の人々の引き離しに際して、それぞれの親族にとってその哀憐がどのようなものになるかを考慮し、また、一部の者たちが自暴自棄になって武器を取り、法を犯すように強いられた者が同胞の流血へと進むのではないかと恐れたからである。
οὔτε δικαστήρια καθίζειν αὐτοῖς ᾤετο δεῖν, λογιζόμενος, ὅτι πάντες ἀρνήσονται καὶ οὐθὲν ἔσται βέβαιον τοῖς δικασταῖς τεκμήριον οὐδʼ ἀναμφίλεκτον ἔξω τῆς μηνύσεως, ᾧ πιστεύσαντες θάνατον τῶν πολιτῶν καταψηφιοῦνται·
また、彼は彼らに対して法廷を設けるべきではないと考えた。 なぜなら、彼らは全員が否定するであろうし、密告以外には、裁判官たちにとって、確実で明白な、それに信頼して市民たちの死刑を宣告できるような証拠は何一つないであろうと考えたからである。
§5.55.3καινὸν δέ τινα τρόπον ἀπάτης ἐξεῦρε τῶν νεωτεριζόντων, διʼ οὗ πρῶτον μὲν αὐτοὶ μηδενὸς ἀναγκάζοντες εἰς ἓν χωρίον ἥξουσιν οἱ τῶν ἀπορρήτων βουλευμάτων ἡγεμόνες, ἔπειτʼ ἀναμφιλέκτοις ἁλώσονται τεκμηρίοις, ὥστε μηδʼ ἀπολογίαν αὐτοῖς καταλείπεσθαι μηδεμίαν, πρὸς δὲ τούτοις οὐκ εἰς ἔρημον συναχθέντες τόπον οὐδʼ ἐν ὀλίγοις μάρτυσιν ἐξελεγχθέντες, ἀλλʼ ἐν ἀγορᾷ πάντων ὁρώντων γενόμενοι καταφανεῖς ἃ προσήκει πείσονται, ταραχή τʼ οὐδεμία γενήσεται κατὰ τὴν πόλιν οὐδʼ ἐπαναστάσεις ἑτέρων, οἷα συμβαίνειν φιλεῖ περὶ τὰς κολάσεις τῶν νεωτεριζόντων, καὶ ταῦτʼ ἐν ἐπισφαλέσι καιροῖς.
しかし、彼は謀反人たちを欺くある新しい方法を考案した。 それによって、第一に、秘密の企ての首謀者たちが、誰も強制しないのに自ら進んで一つの場所へと集まるであろうし、第二に、明白な証拠によって捕らえられ、その結果彼らにはいかなる弁明の余地も残されない。 さらにこれらに加えて、彼らは人目のない場所に集められるのでもなく、わずかな証人の前で弾劾されるのでもなく、むしろ、広場において全員が見ている前でその悪行が露わになり、相応の報いを受けることになる。 そして、市の中ではいかなる混乱も生じず、謀反人たちの処罰の際によく生じるような、他の者たちの蜂起も起きないであろう。 しかも、このような不穏な時期においてさえも(それが達成されるのである)。