§5.55.1ταῦτα τοῖς πρέσβεσιν ἀποκρινάμενος καὶ προπέμψας ἐκ τῆς πόλεως μετὰ τοῦτο φράζει τῇ βουλῇ περὶ τῆς ἀπορρήτου συνωμοσίας, ἃ παρὰ τῶν μηνυτῶν ἔμαθε·
向使节们作了这样的答复并将他们护送出城之后,执政官随后向元老院报告了关于秘密阴谋的事情,即他从告密者那里所得知的内容。
καὶ λαβὼν ἐξουσίαν παρʼ αὐτῶν αὐτοκράτορα τοῦ διερευνήσασθαι τοὺς μετασχόντας τῶν ἀπορρήτων βουλευμάτων καὶ τοῦ κολάσαι τοὺς ἐξευρεθέντας, οὐ τὴν αὐθάδη καὶ τυραννικὴν ἦλθεν ὁδόν, ὡς ἕτερος ἄν τις ἐποίησεν εἰς τοσαύτην κατακλεισθεὶς ἀνάγκην· ἀλλʼ ἐπὶ τὴν εὐλόγιστόν τε καὶ ἀσφαλῆ καὶ τῷ σχήματι τῆς καθεστώσης τότε πολιτείας ἀκόλουθον ἐτράπετο.
虽然他从元老院获得了全权来搜查参与秘密企图的人并惩罚被发现的人,但他并没有采取傲慢和僭主式的道路,就像任何其他人在被逼入如此巨大的困境时会做的那样;相反,他转向了那条审慎、安全且符合当时确立的国制形态的道路。
§5.55.2οὔτε γὰρ ἐκ τῶν οἰκιῶν συλλαμβανομένους ἄγεσθαι τοὺς πολίτας ἐπὶ τὸν θάνατον ἀποσπωμένους ἀπὸ γυναικῶν τε καὶ τέκνων καὶ πατέρων ἐβουλήθη, τόν τʼ οἶκτον ἐνθυμούμενος, οἷος ἔσται τῶν προσηκόντων ἑκάστοις παρὰ τὸν ἀποσπασμὸν τῶν ἀναγκαιοτάτων καὶ δεδοικώς, μή τινες ἀπονοηθέντες ἐπὶ τὰ ὅπλα τὴν ὁρμὴν λάβωσι, καὶ διʼ αἵματος ἐμφυλίου χωρήσῃ τὸ ἀναγκασθὲν παρανομεῖν· οὔτε δικαστήρια καθίζειν αὐτοῖς ᾤετο δεῖν, λογιζόμενος, ὅτι πάντες ἀρνήσονται καὶ οὐθὲν ἔσται βέβαιον τοῖς δικασταῖς τεκμήριον οὐδʼ ἀναμφίλεκτον ἔξω τῆς μηνύσεως, ᾧ πιστεύσαντες θάνατον τῶν πολιτῶν καταψηφιοῦνται·
因为他不希望看到公民们从家中被捕,从妻子、孩子和父亲身边被强行拉走送去处死,他一方面考虑到在与最亲近的人分离时,各人的亲属所感受到的哀怜将是如何,另一方面也担心某些人会因绝望而诉诸武力,从而使那些被迫违法的人走向同胞流血;他也不认为应当为他们设立法廷,因为他料到所有人都会否认,而除了告密之外,法官们将没有任何确凿或无可争议的证据,可以凭信这些证据来判死市民;相反,他发明了一种欺骗谋反者的新方法。
§5.55.3καινὸν δέ τινα τρόπον ἀπάτης ἐξεῦρε τῶν νεωτεριζόντων, διʼ οὗ πρῶτον μὲν αὐτοὶ μηδενὸς ἀναγκάζοντες εἰς ἓν χωρίον ἥξουσιν οἱ τῶν ἀπορρήτων βουλευμάτων ἡγεμόνες, ἔπειτʼ ἀναμφιλέκτοις ἁλώσονται τεκμηρίοις, ὥστε μηδʼ ἀπολογίαν αὐτοῖς καταλείπεσθαι μηδεμίαν, πρὸς δὲ τούτοις οὐκ εἰς ἔρημον συναχθέντες τόπον οὐδʼ ἐν ὀλίγοις μάρτυσιν ἐξελεγχθέντες, ἀλλʼ ἐν ἀγορᾷ πάντων ὁρώντων γενόμενοι καταφανεῖς ἃ προσήκει πείσονται, ταραχή τʼ οὐδεμία γενήσεται κατὰ τὴν πόλιν οὐδʼ ἐπαναστάσεις ἑτέρων, οἷα συμβαίνειν φιλεῖ περὶ τὰς κολάσεις τῶν νεωτεριζόντων, καὶ ταῦτʼ ἐν ἐπισφαλέσι καιροῖς.
通过这种方法,首先,秘密企图的首脑们将在无人强迫的情况下自愿来到同一个地方;其次,他们将被无可争议的证据所指控,以至于连任何辩解的余地都不会留给他们;不仅如此,他们既不会被召集到荒凉的地方,也不会在少数证人面前被揭发,而是在广场上、在众人瞩目之下彻底暴露,并遭受他们应得的惩罚,而且城内不会发生任何混乱,也不会像在惩罚谋反者时通常发生的那样,引起其他人的暴动,尤其是在这局势动荡的时期。