§5.54.1ἡ δʼ ἐν παντὶ καιρῷ σώζουσα τὴν πόλιν καὶ μέχρι τῶν κατʼ ἐμὲ χρόνων παραμένουσα θεία πρόνοια διεκάλυψεν αὐτῶν τὰ βουλεύματα μηνύσεως θατέρῳ τῶν ὑπάτων γενομένης Σολπικίῳ, ἣν ἐποίησαν ἀδελφοὶ δύο Ταρκύνιοι, Πόπλιος καὶ Μάρκος, ἐκ Λαυρέντου πόλεως, κορυφαιότατοι τῶν μετασχόντων τῆς συνωμοσίας, ὑπὸ θείας ἀνάγκης βιαζόμενοι.
しかし、あらゆる難局において市を救い、私の時代にいたるまで存続している神の摂理が、彼らの企てを暴いた。 それは、二人の兄弟、プブリウスとマルクスというラウレントゥム市出身のタールクィニウス家のもので、陰謀の加担者の中でも最も首謀者格であった者たちが、神的な強制に強いられて、執政官の一方であるスルピキウスに対して密告を行ったことによる。
§5.54.2ἐφίσταντο γὰρ αὐτοῖς, ὅτε κοιμηθεῖεν, ὄψεις ὀνείρων φοβεραὶ τιμωρίας ἐπαπειλοῦσαι μεγάλας, εἰ μὴ παύσαιντο καὶ ἀποσταῖεν τῆς ἐπιθέσεως, διώκεσθαί τε ὑπὸ δαιμόνων τινῶν καὶ παίεσθαι καὶ τοὺς ὀφθαλμοὺς ἐξορύττεσθαι καὶ ἄλλα πολλὰ καὶ σχέτλια πάσχειν τελευτῶντες ἐδόκουν·
というのも、彼らが眠りについたとき、もし襲撃をやめて退かないならば、大いなる懲罰が下されると脅す、恐ろしい夢の幻が彼らの前に現れたからである。 彼らはある神霊たちに追われ、打たれ、両眼をえぐり出され、他にも多くの恐ろしい苦痛を最後には受けるかのように思われた。
ὑφʼ ὧν περίφοβοι καὶ τρόμῳ παλλόμενοι διηγείροντο καὶ οὐδὲ καθεύδειν διὰ τὰ δείματα ταῦτʼ ἐδύναντο.
これらのゆえに、彼らは恐怖に包まれ、震えながら目を覚まし、この恐怖のために眠ることさえできなかった。
§5.54.3κατʼ ἀρχὰς μὲν οὖν ἀποτροπαίοις τισὶ καὶ ἐξακεστηρίοις θυσίαις ἐπειρῶντο παραιτεῖσθαι τοὺς ἐνισταμένους σφίσι δαίμονας·
そこで最初は、災いを払うための、また贖罪のための犠牲を捧げることによって、自分たちに立ちふさがる神霊たちを宥めようと試みた。
ὡς δʼ οὐδὲν ἐπέραινον, ἐπὶ μαντείας ἐτράποντο τὴν μὲν διάνοιαν τῆς ἐπιχειρήσεως ἀπόρρητον φυλάττοντες, τοῦτο δὲ μόνον ἀξιοῦντες μαθεῖν, εἰ καιρὸς ἤδη πράττειν, ἃ βούλονται.
しかし何の成果も得られなかったので、彼らは企ての意図については秘密にしたままで、自分たちが望んでいることを実行すべき時がすでに至っているのかどうか、これだけを知ることを求めて、神託(占い)に頼った。
ἀποκριναμένου δὲ τοῦ μάντεως, ὅτι πονηρὰν καὶ ὀλέθριον βαδίζουσιν ὁδὸν καί, εἰ μὴ μεταθήσονται τὰ βουλεύματα, τὸν αἴσχιστον ἀπολοῦνται τρόπον, δείσαντες μὴ φθάσωσιν αὐτοὺς ἕτεροι τὰ κρυπτὰ εἰς φῶς ἐξενέγκαντες, αὐτοὶ μηνυταὶ γίνονται πρὸς τὸν ἐνδημοῦντα τῶν ὑπάτων.
しかし、予言者が、彼らは邪悪で破滅的な道を歩んでおり、もしその企てを改めないなら、最も恥ずべき方法で滅びるであろうと答えたので、他の者たちが先に秘密を白日の下にさらして自分たちを出し抜くことを恐れ、彼ら自身が、市に留まっている方の執政官に対する密告者となった。
§5.54.4ὁ δʼ ἐπαινέσας αὐτοὺς καὶ πολλὰ ὑποσχόμενος εὖ ποιήσειν, ἐὰν καὶ τὰ ἔργα ὅμοια τοῖς λόγοις ἐπιδείξωνται, τούτους μὲν ἔνδον παρʼ ἑαυτῷ κατεῖχεν οὐδενὶ φράσας·
執政官は彼らを褒め称え、もし行動もその言葉に違わぬものであることを示すならば、十分に報いることを数多く約束し、彼らを誰にも告げずに自分の邸内に留め置いた。
τοὺς δὲ τῶν Λατίνων πρέσβεις ἀναβαλλόμενος τέως καὶ παρέλκων τὴν ἀπόκρισιν τότε εἰσαγαγὼν εἰς τὸ βουλευτήριον τὰ §5.54.5δόξαντα τοῖς συνέδροις ἀποκρίνεται πρὸς αὐτούς·
そして、それまで回答を先延ばしにし、引き延ばしていたラティウム人の使節たちを、そのとき元老院へと招き入れ、その議員たちによって決定された事項を彼らに回答した。
ἄνδρες φίλοι τε καὶ συγγενεῖς ἀπαγγέλλετε ἀπιόντες πρὸς τὸ κοινὸν τῶν Λατίνων, ὅτι Ῥωμαίων ὁ δῆμος οὔτε πρότερον Ταρκυνιήταις ἀξιοῦσιν ἐχαρίσατο τὴν τῶν τυράννων κάθοδον, οὔθʼ ὕστερον ἅπασι Τυρρηνοῖς, οὓς ἦγε βασιλεὺς Πορσίνας, ὑπὲρ τῶν αὐτῶν δεομένοις καὶ πόλεμον ἐπάγουσιν ἁπάντων βαρύτατον ἐνέκλινεν, ἀλλʼ ἠνέσχετο γῆν τε κειρομένην ὁρῶν καὶ αὐλὰς ἐμπιπραμένας, τειχήρης γενόμενος ὑπὲρ τῆς ἐλευθερίας καὶ τοῦ μηθὲν ὧν μὴ βούλεται πράττειν κελευσθείς·
「友人にして親族たる人々よ、去ってラティウム人の同盟に報告せよ。 ローマの民は、以前タルクィニイの人々が求めたときにも僭主たちの帰還を認めず、その後、ポルセナ王が率いる全エトルリア人が、同じことを懇願しかつ極めて過酷な戦争を仕掛けてきたときにも屈しなかった。 それどころか、土地が荒らされ、家々が焼かれるのを見るのに耐え、自由のため、また命じられても望まないことを何一つ行わないために、城壁に立て籠もったのだ。
ὑμῶν τʼ, ὦ Λατῖνοι, τεθαύμακεν, εἰ ταῦτʼ εἰδότες οὐδὲν ἧττον δέχεσθαι τοὺς τυράννους καὶ τὴν Φιδήνης πολιορκίαν λύειν ἐπιτάττοντες ἥκετε καὶ μὴ πειθομένοις πόλεμον ἀπειλεῖτε.
そして、ラティウム人たちよ、あなたがたに対しては驚いている。 これらを知りながらも、なおも僭主たちを受け入れることとフィデナエの包囲を解くことを要求してやって来て、従わない者には戦争を脅しつけているのだから。
παύσασθε δὴ ψυχρὰς καὶ ἀπιθάνους τῆς ἔχθρας παραβαλλόμενοι προφάσεις καὶ εἰ διὰ ταῦτα μέλλετε διαλύειν τὸ συγγενὲς καὶ τὸν πόλεμον ἐπικυροῦν, μηθὲν ἔτι ἀναβάλλεσθε.
それゆえ、敵意を隠すための冷淡で説得力のない口実を設けるのをやめよ。 そして、もしこれらのことのために親族関係を解消し、戦争を決定するつもりならば、もはやこれ以上引き延ばすな。 」