§5.53.1διασκεδασθέντων δὲ τῶν Λατίνων κατὰ πόλεις, ὁρῶντες οἱ περὶ Μαμίλιόν τε καὶ Ταρκύνιον, ὅτι ταῖς σπουδαῖς ἀναπεπτώκασιν οἱ πολλοί, τὰς μὲν ὑπερορίους ἐλπίδας ὡς οὐ πάνυ βεβαίας ἀφίεσαν·
ラティウム人たちがそれぞれの市へと散会すると、マミリウスやタルクィニウスの周囲の者たちは、多くの者がその熱意において弛緩してしまったのを見て、国外からの希望は全く確実ではないとして放棄した。
μεταθέμενοι δὲ τὰς γνώμας τὸν πολιτικὸν καὶ ἀφύλακτον ἐμηχανῶντο πόλεμον ἐξ αὐτῆς ἀναστῆσαι τῆς Ῥώμης, στάσιν εἰσάγοντες τοῖς πένησι πρὸς τοὺς εὐπόρους.
そして考えを変え、貧しい者たちと富んだ者たちとの間に内紛を引き起こすことによって、ローマそのものの内部から内乱と不意を突く戦争を起こそうと画策した。
§5.53.2ἤδη δʼ ὑπεκίνει τὸ πολὺ τοῦ δημοτικοῦ μέρος καὶ ἐνόσει, μάλιστα δὲ τὸ ἄπορον καὶ ὑπὸ δανείων ἠναγκασμένον μηκέτι τὰ κράτιστα τῷ κοινῷ φρονεῖν·
すでに民衆の大部分は密かに動き出しており、不穏な状態に陥っていた。 特に、貧困にあえぎ借金によって追い詰められて、もはや国家にとって最善のことを考えようとはしなくなった者たちがそうであった。
οὐ γὰρ ἐμετρίαζον ἐν ταῖς ἐξουσίαις οἱ δανείζοντες, ἀλλʼ εἰς δεσμοὺς τὰ τῶν ὑποχρέων ἀπῆγον σώματα καὶ ὥσπερ ἀργυρωνήτοις αὐτοῖς ἐχρῶντο.
というのも、債権者たちはその権力において節度を保たず、債務者たちの身柄を拘束し、まるで金で買い取られた奴隷のように彼らを扱っていたからである。
§5.53.3ταῦτα δὴ μαθὼν ἔπεμψεν ὁ Ταρκύνιος εἰς τὴν πόλιν ἅμα τοῖς πρέσβεσι τῶν Λατίνων ἀνυπόπτους τινὰς ἄνδρας φέροντας χρυσίον, οἳ συνιόντες εἰς λόγους τοῖς ἀπόροις καὶ θρασυτάτοις, καὶ τὰ μὲν ἤδη διδόντες αὐτοῖς, τὰ δʼ, εἰ κατέλθοιεν οἱ βασιλεῖς, ἐπαγγελλόμενοι, πολλοὺς πάνυ τῶν πολιτῶν διέφθειραν·
これを知ったタルクィニウスは、ラティウム人の使節たちとともに、疑いを持たれない男たちに金を持たせて市内へと派遣した。 彼らは、貧困者や最も無鉄砲な者たちと話し合いを持ち、あるものはすでに与え、あるものは王たちが帰還したならばと約束することによって、市民の極めて多くの人々を抱き込んだ。
καὶ γίνεται συνωμοσία κατὰ τῆς ἀριστοκρατίας οὐ μόνον ἐλευθέρων ἀπόρων, ἀλλὰ καὶ δούλων πονηρῶν ἐλευθερίας ἐλπίσιν ὑπαχθέντων, οἳ διὰ τοὺς κολασθέντας ὁμοδούλους ἐν τῷ παρελθόντι ἐνιαυτῷ δυσμενῶς καὶ ἐπιβούλως διακείμενοι πρὸς τοὺς δεσπότας, ἀπιστούμενοί τε ὑπʼ αὐτῶν καὶ ἐν ὑποψίαις ὄντες ὡς καὶ αὐτοὶ σφίσιν ἐπιθησόμενοί ποτε εἰ καιρὸν λάβοιεν, ἄσμενοι τοῖς παρακαλοῦσι πρὸς τὴν ἐπίθεσιν ὑπήκουσαν.
こうして、貴族政に対する陰謀が企てられた。 それは、貧しい自由民だけでなく、自由への希望に誘惑された悪しき奴隷たちも含んでいた。 彼らは前年に処刑された仲間の奴隷たちのゆえに、主人に対して悪意を抱き、反逆的な態度をとっており、主人たちからも信用されず、機会さえあれば襲いかかってくるのではないかと疑われていたため、襲撃への誘いに喜んで応じたのである。
§5.53.4ὁ δὲ τῆς συνωμοσίας αὐτῶν τοιόσδε ἦν λογισμός.
彼らの陰謀の計画は次のようなものであった。
τοὺς μὲν ἡγεμόνας τῆς ἐπιχειρήσεως ἔδει φυλάξαντας νύκτʼ ἀσέληνον τὰς ἄκρας καὶ τοὺς ἐρυμνοὺς τῆς πόλεως τόπους καταλαβέσθαι·
計画の指導者たちは月のない夜を見計らって、砦や市内の険要な場所を占拠することになっていた。
τοὺς δὲ θεράποντας, ὅταν αἴσθωνται κρατοῦντας ἐκείνους τῶν ἐπικαίρων χωρίων· ἀλαλαγμῷ δὲ τοῦτʼ ἔμελλεν αὐτοῖς γενήσεσθαι φανερόν· ἀποκτεῖναι τοὺς δεσπότας καθεύδοντας, ταῦτα δὲ διαπραξαμένους τάς τε οἰκίας διαρπάσαι τῶν εὐπόρων καὶ τὰς πύλας τοῖς τυράννοις ἀνοῖξαι.
そして召使いたちは、彼らが要地を確保したことを知ったとき(これは鬨の声によって彼らに知らされることになっていた)、眠っている主人たちを殺害し、これを実行したのちには、富んだ者たちの家々を略奪し、僭主たちのために門を開けることになっていた。