Humanitext Reader

哈利卡纳苏斯的狄奥尼修斯 · 罗马古事记 §5.53.1-5.53.4

塔克文党羽策动罗马城内叛乱的阴谋

第 382 段,共 962 段 · 希腊语

内容简介

看到拉丁人的决心动摇,塔克文及其党羽企图利用富人与负债穷人及奴隶之间的矛盾在罗马内部煽动内乱。阴谋得以形成,并制定了在无月之夜占领要塞并暗杀主人的具体计划。

§5.53.1διασκεδασθέντων δὲ τῶν Λατίνων κατὰ πόλεις, ὁρῶντες οἱ περὶ Μαμίλιόν τε καὶ Ταρκύνιον, ὅτι ταῖς σπουδαῖς ἀναπεπτώκασιν οἱ πολλοί, τὰς μὲν ὑπερορίους ἐλπίδας ὡς οὐ πάνυ βεβαίας ἀφίεσαν· μεταθέμενοι δὲ τὰς γνώμας τὸν πολιτικὸν καὶ ἀφύλακτον ἐμηχανῶντο πόλεμον ἐξ αὐτῆς ἀναστῆσαι τῆς Ῥώμης, στάσιν εἰσάγοντες τοῖς πένησι πρὸς τοὺς εὐπόρους.
当拉丁人散回各自的城邦后,马米利乌斯和塔克文周围的人看到大多数人对热心已经冷淡下来,便放弃了并不十分可靠的国外援助希望;他们改变了主意,设法通过煽动穷人反对富人,在罗马城内部发动一场内乱且出其不意的战争。
§5.53.2ἤδη δʼ ὑπεκίνει τὸ πολὺ τοῦ δημοτικοῦ μέρος καὶ ἐνόσει, μάλιστα δὲ τὸ ἄπορον καὶ ὑπὸ δανείων ἠναγκασμένον μηκέτι τὰ κράτιστα τῷ κοινῷ φρονεῖν· οὐ γὰρ ἐμετρίαζον ἐν ταῖς ἐξουσίαις οἱ δανείζοντες, ἀλλʼ εἰς δεσμοὺς τὰ τῶν ὑποχρέων ἀπῆγον σώματα καὶ ὥσπερ ἀργυρωνήτοις αὐτοῖς ἐχρῶντο.
此时,大部分平民已经暗中动摇并陷入病态,尤其是那些贫困且因债务而被迫不再为国家谋求最大利益的人;因为债权人在使用权力时毫无节制,反而将债务人的身体带入锁链,并像对待买来的奴隶一样对待他们。
§5.53.3ταῦτα δὴ μαθὼν ἔπεμψεν ὁ Ταρκύνιος εἰς τὴν πόλιν ἅμα τοῖς πρέσβεσι τῶν Λατίνων ἀνυπόπτους τινὰς ἄνδρας φέροντας χρυσίον, οἳ συνιόντες εἰς λόγους τοῖς ἀπόροις καὶ θρασυτάτοις, καὶ τὰ μὲν ἤδη διδόντες αὐτοῖς, τὰ δʼ, εἰ κατέλθοιεν οἱ βασιλεῖς, ἐπαγγελλόμενοι, πολλοὺς πάνυ τῶν πολιτῶν διέφθειραν·
塔克文得知这些情况后,便与拉丁人的使节一起,向城内派遣了一些不易引起怀疑的人,他们携带黄金,与穷人及最胆大妄为的人接触。 他们有的已经给他们发钱,有的则许诺若国王复位就给予赏赐,从而收买了极多的公民。
καὶ γίνεται συνωμοσία κατὰ τῆς ἀριστοκρατίας οὐ μόνον ἐλευθέρων ἀπόρων, ἀλλὰ καὶ δούλων πονηρῶν ἐλευθερίας ἐλπίσιν ὑπαχθέντων, οἳ διὰ τοὺς κολασθέντας ὁμοδούλους ἐν τῷ παρελθόντι ἐνιαυτῷ δυσμενῶς καὶ ἐπιβούλως διακείμενοι πρὸς τοὺς δεσπότας, ἀπιστούμενοί τε ὑπʼ αὐτῶν καὶ ἐν ὑποψίαις ὄντες ὡς καὶ αὐτοὶ σφίσιν ἐπιθησόμενοί ποτε εἰ καιρὸν λάβοιεν, ἄσμενοι τοῖς παρακαλοῦσι πρὸς τὴν ἐπίθεσιν ὑπήκουσαν.
于是一场针对贵族统治的阴谋便形成了,不仅有贫困的自由民参与,还有由于对自由的期望而被引诱的恶奴,这些奴隶因前一年被处治的同伴奴隶而对主人怀有敌意并心存不轨,而且他们不被主人信任,并被怀疑一旦有机可乘便会袭击主人,因此他们欣然听从了煽动袭击者的召唤。
§5.53.4ὁ δὲ τῆς συνωμοσίας αὐτῶν τοιόσδε ἦν λογισμός. τοὺς μὲν ἡγεμόνας τῆς ἐπιχειρήσεως ἔδει φυλάξαντας νύκτʼ ἀσέληνον τὰς ἄκρας καὶ τοὺς ἐρυμνοὺς τῆς πόλεως τόπους καταλαβέσθαι· τοὺς δὲ θεράποντας, ὅταν αἴσθωνται κρατοῦντας ἐκείνους τῶν ἐπικαίρων χωρίων· ἀλαλαγμῷ δὲ τοῦτʼ ἔμελλεν αὐτοῖς γενήσεσθαι φανερόν· ἀποκτεῖναι τοὺς δεσπότας καθεύδοντας, ταῦτα δὲ διαπραξαμένους τάς τε οἰκίας διαρπάσαι τῶν εὐπόρων καὶ τὰς πύλας τοῖς τυράννοις ἀνοῖξαι.
他们的阴谋计划如下:行动的领导者应当等待一个无月之夜,占领城内的要塞和险要之地;而奴仆们,一旦察觉到那些人已控制了要地(这对于他们来说将通过呐喊声来显明),就杀死熟睡中的主人,在完成这些事之后,洗劫富人的房屋,并为僭主们打开城门。

词汇与语法注释

  1. 5.53.1πολιτικὸν καὶ ἀφύλακτον ... πόλεμον — πολιτικός 意为“市民的、国内的”(相当于英文的 civil),ἀφύλακτος 意为“未加防范的、出其不意的”。因此,该短语指的是从城邦内部发动的“内乱与出其不意的战争”,而非外部入侵。
  2. 5.53.4τοὺς δὲ θεράποντας ... ἀποκτεῖναι — 前句中的无人称动词 ἔδει(“应当、不得不”)在此处被省略,但继续支配此处的“对格加不定式”结构(τοὺς δὲ θεράποντας ... ἀποκτεῖναι)。

引用这一段

哈利卡纳苏斯的狄奥尼修斯, 罗马古事记 §5.53.1-5.53.4. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0081.tlg001.humanitext-grc2:5.53.1-5.53.4

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。