§5.49.1μετὰ δὲ τὸν ἐνιαυτὸν ἐκεῖνον ὕπατοι καθίστανται Σπόριος Κάσσιος Οὐεκελλῖνος ἐπικαλούμενος καὶ Ὀπίτωρ Οὐεργίνιος Τρικάτος.
その年の後、スポリウス・カッシウス・ウェケッリヌスと呼ばれる者と、オピトル・ウエルギニウス・トリカトゥスが執政官に任命された。
ἐφʼ ὧν ὁ πρὸς Σαβίνους πόλεμος ὑπὸ θατέρου τῶν ὑπάτων Σπορίου κατελύθη μάχης ἰσχυρᾶς γενομένης οὐ μακρὰν τῆς Κυριτῶν πόλεως·
彼らの任期中に、サビニ人との戦争が執政官の一方であるスポリウスによって終結させられた。
ἐξ ἧς ἀπέθανον μὲν ἀμφὶ τοὺς μυρίους καὶ τριακοσίους Σαβίνων, αἰχμάλωτοι δʼ ἐλήφθησαν ὀλίγον ἀποδέοντες τετρακισχιλίων.
クレスの町から遠くないところで激しい戦闘が起こり、その戦闘によって、およそ一万三千人のサビニ人が死亡し、四千人に少し足りない者が捕虜として捕らえられた。
§5.49.2ταύτῃ τῇ συμφορᾷ τελευταίᾳ πληγέντες οἱ Σαβῖνοι πρέσβεις ἀπέστειλαν ὡς τὸν ὕπατον διαλεξομένους περὶ φιλίας.
この最後の打撃を被ったサビニ人は、友好について交渉するために執政官のもとへ使節を派遣した。
ἀναβαλλομένου δʼ αὐτοὺς ἐπὶ τὴν βουλὴν τοῦ Κασσίου, παραγενηθέντες εἰς Ῥώμην σὺν πολλῇ δεήσει μόλις εὑρίσκονται διαλλαγὰς καὶ κατάλυσιν τοῦ πολέμου, σῖτόν τε τῇ στρατιᾷ δόντες, ὅσον ἐπέταξε Κάσσιος καὶ ἀργύριόν τι τακτὸν κατʼ ἄνδρα καὶ γῆς πεφυτευμένης πλέθρα μύρια.
しかし、カッシウスが彼らの決定を元老院に引き延ばしたため、彼らはローマに赴き、多大な哀願をもってようやく和睦と戦争の終結を勝ち取った。 その際、カッシウスが命令しただけの食糧を軍隊に提供し、また一人あたり一定額の金銭と、作物が植えられた土地一万プレトロンを提供した。
§5.49.3Σπόριος μὲν δὴ Κάσσιος θρίαμβον ἐκ τοῦ πολέμου τοῦδε κατήγαγεν·
こうしてスポリウス・カッシウスはこの戦争から凱旋式を挙行した。
ὁ δʼ ἕτερος τῶν ὑπάτων Οὐεργίνιος ἐπὶ τὴν Καμαριναίων πόλιν ἐστράτευσεν μὲν ἀφεστῶσαν ἀπὸ τῆς Ῥωμαίων συμμαχίας κατὰ τόνδε τὸν πόλεμον, ἄγων τὴν ἡμίσειαν τῆς ἑτέρας στρατιᾶς, φράσας δʼ οὐδενί, ποῖ μέλλει πορεύεσθαι καὶ διὰ νυκτὸς ἀνύσας τὴν ὁδόν, ἵνα ἀπαρασκεύοις καὶ μὴ §5.49.4προειδόσι τὴν ἔφοδον τοῖς ἔνδον ἐπιθῆται·
一方、もう一人の執政官ウエルギニウスは、この戦争においてローマの同盟から離反していたカマリナの町に対して、もう一方の軍勢の半分を率いて遠征した。 彼は自分がどこへ行こうとしているのか誰にも告げず、夜間のうちに道を進んだ。 それは、何の準備もなく、襲撃を予期していない市内の者たちに襲いかかるためであった。
ὅπερ καὶ συνέβη.
そしてまさにその通りのことが起こった。
γενόμενος γὰρ πλησίον τοῦ τείχους ἅπαντας ἔλαθεν ἄρτι τῆς ἡμέρας διαυγούσης, καὶ πρὶν ἢ καταστρατοπεδεύεσθαι κριοὺς προσέφερε καὶ κλίμακας καὶ πάσῃ πολιορκίας ἐχρῆτο ἰδέᾳ.
というのも、城壁の近くに達したとき、夜が明けたばかりのところで彼は誰にも気づかれず、陣を張る前に、破城槌や梯子を近づけ、あらゆる種類の攻城戦を用いたからである。
τῶν δὲ Καμαριναίων καταπλαγέντων τὸ αἰφνίδιον τῆς παρουσίας αὐτοῦ καὶ τῶν μὲν ἀνοίγειν τὰς πύλας καὶ δέχεσθαι τὸν ὕπατον ἀξιούντων, τῶν δʼ ἀμύνεσθαι πάσῃ δυνάμει καὶ μὴ παριέναι τοὺς πολεμίους εἴσω, ἐν ᾧ τὸ ταραττόμενόν τε καὶ στασιάζον αὐτῶν ἐπεκράτει, τὰς πύλας ἐκκόψας καὶ τὰ βραχύτατα τῶν ἐρυμάτων κλίμαξι καταλαβόμενος κατὰ κράτος εἰλήφει τὴν πόλιν.
カマリナの人々が彼の突然の出現に驚愕し、ある者は門を開いて執政官を迎え入れるべきだと主張し、他の者は全力を尽くして防御し敵を内部に入れてはならないと主張する中で、彼らの混乱し対立する意見が優勢を占めている間に、彼は門を打ち破り、障壁の最も低い部分を梯子で占領して、力づくで町を攻略した。
ἐκείνην μὲν οὖν τὴν ἡμέραν καὶ τὴν ἐπιοῦσαν νύκτα φέρειν τε καὶ §5.49.5ἄγειν τὰ χρήματα τοῖς σφετέροις ἐφῆκε·
それゆえ、その日と続く夜の間、彼は自軍の兵士たちに財産を略奪することを許した。
τῇ δʼ ἑξῆς συναχθῆναι τοὺς αἰχμαλώτους εἰς ἓν χωρίον κελεύσας τοὺς μὲν βουλεύσαντας τὴν ἀπόστασιν ἅπαντας ἀπέκτεινε, τὸν δʼ ἄλλον ὄχλον ἀπέδοτο, τὴν δὲ πόλιν κατέσκαψεν.
翌日、捕虜たちを一つの場所に集めるよう命じると、離反を謀った者たちをすべて処刑し、残りの群衆を売り払い、町を完全に破壊した。