§5.48.1ἐπὶ δὲ τῆς τούτων ἀρχῆς Πόπλιος Οὐαλέριος Ποπλικόλας ἐπικαλούμενος νοσήσας ἐτελεύτα, κράτιστος τῶν τότε Ῥωμαίων κατὰ πᾶσαν ἀρετὴν νομισθείς.
彼らの任期中に、通称ポプリコラと呼ばれるプブリウス・ウァレリウスが病に倒れて亡くなった。 彼はあらゆる徳において、当時のローマ人のうちで最も優れた人物とみなされていた。
τὰ μὲν οὖν ἄλλα τοῦ ἀνδρὸς ἔργα, διʼ ἃ θαυμάζεσθαί τε καὶ μνήμης τυγχάνειν ἄξιός ἐστιν, οὐδὲν δέομαι λέγειν·
さて、この男のその他の業績、それによって彼が称賛され、記憶されるに値するようなものについては、私が語る必要は全くない。
ἐν ἀρχῇ γὰρ τοῦ λόγου τοῦδε τὰ πολλὰ εἴρηται·
というのも、この叙述の初めの方で、その多くが既に語られているからである。
ὃ δʼ ἁπάντων ἐστὶ τῶν τοῦ ἀνδρὸς ἐγκωμίων θαυμασιώτατον καὶ οὔπω τέτευχε λόγου, τοῦτʼ οἴομαι δεῖν μὴ παρελθεῖν, παντὸς μάλιστα νομίζων τοῦτο προσήκειν τοῖς γράφουσιν ἱστορίας, μὴ μόνον τὰς πολεμικὰς πράξεις τῶν ἐπισήμων ἡγεμόνων διεξιέναι, μηδʼ εἴ τι πολίτευμα καλὸν καὶ σωτήριον ταῖς πόλεσιν ἀπεδείξαντο ἐξευρόντες, ἀλλὰ καὶ τοὺς βίους αὐτῶν, εἰ μέτριοι καὶ σώφρονες καὶ μένοντες ἐπὶ τοῖς πατρίοις ἐπιτηδεύμασι διετέλεσαν, ἐπιδείκνυσθαι.
しかし、この男に対するあらゆる賛辞のうちで最も驚くべきものであり、未だ言及されていないこと、これを私は看過してはならないと考える。 歴史を記す者にとって、高名な指導者たちの軍事的な功績を記述することや、彼らが思案して国家のために何か立派で有益な政策を示したかどうかを述べることだけでなく、彼らの生き方、すなわち彼らが分をわきまえ、自制心を持ち、祖先伝来の習慣にとどまり続けたかどうかを示すことが、何よりも相応しいと信じるからである。
§5.48.2ἐκεῖνος τοίνυν ὁ ἀνὴρ συγκαταλύσας μὲν τοὺς βασιλεῖς ἐν τοῖς πρώτοις τέτταρσι πατρικίοις καὶ δημεύσας αὐτῶν τὰς ὑπάρξεις, τετράκις δὲ τῆς ὑπατικῆς ἐξουσίας γενόμενος κύριος, μεγίστους δὲ δύο νικήσας πολέμους καὶ θριάμβους καταγαγὼν ἀπʼ ἀμφοτέρων, τὸν μὲν πρῶτον ἀπὸ τοῦ Τυρρηνῶν ἔθνους, τὸν δὲ δεύτερον ἀπὸ Σαβίνων, τοιαύτας ἀφορμὰς χρηματισμοῦ λαβών, ἃς οὐδεὶς ἂν ὡς αἰσχρὰς καὶ ἀδίκους διέβαλεν, οὐχ ἑάλω τῇ πάντας ἀνθρώπους καταδουλουμένῃ καὶ ἀσχημονεῖν ἀναγκαζούσῃ φιλοχρηματίᾳ·
実に、その男は、最初の4人の貴族とともに王政を打倒し、彼らの財産を没収し、また4度にわたり執政官の権力を握り、2つの極めて大きな戦争に勝利してその両方から凱旋式を挙行し(最初のものはエトルリアの民から、2番目のものはサビニ人から)、このように、誰も卑劣で不正なものとして非難することのできないような富を築く契機を得ながらも、すべての人々を奴隷にし、不作法に振る舞うことを強いる金銭欲に屈することはなかった。
ἀλλʼ ἐπὶ τῇ μικρᾷ καὶ πατροπαραδότῳ διέμενεν οὐσίᾳ σώφρονα καὶ αὐτάρκη καὶ πάσης ἐπιθυμίας κρείττονα βίον ζῶν, καὶ παῖδας ἐπὶ τοῖς ὀλίγοις χρήμασιν ἐθρέψατο τοῦ γένους ἀξίους, καὶ δῆλον ἐποίησεν ἅπασιν, ὅτι πλούσιός ἐστιν οὐχ ὁ πολλὰ κεκτημένος, ἀλλʼ ὁ μικρῶν δεόμενος.
むしろ、先祖伝来のわずかな財産にとどまり、自制心に富み、自足し、あらゆる欲望に打ち勝つ生活を送り続け、わずかな金銭で自らの家柄にふさわしい子供たちを育て、多くを所有する者ではなく、必要とするものが少ない者こそが裕福であるということを、すべての人に明らかにしたのである。
§5.48.3πίστις δʼ ἀκριβὴς καὶ ἀναμφίλεκτος τῆς αὐταρκείας τοῦ ἀνδρός, ἣν ἀπεδείξατο παρὰ πάντα τὸν τοῦ βίου χρόνον, ἡ μετὰ τὸν θάνατον αὐτοῦ φανεῖσα ἀπορία.
彼が生涯を通じて示したその自足の確かで反論の余地のない証拠は、彼の死後に明らかになった困窮であった。
οὐδὲ γὰρ αὐτὰ τὰ εἰς τὴν ἐκκομιδὴν τοῦ σώματος καὶ ταφήν, ὧν ἀνδρὶ προσήκει τηλικούτῳ τυχεῖν, ἀρκοῦντα ἐν τοῖς ὑπάρχουσι κατέλιπεν·
というのも、彼ほどの偉大な人物が受けるにふさわしい、遺体の搬出と埋葬のための費用すら、遺産の中に十分には残されていなかったからである。
ἀλλʼ ἐμέλλησαν αὐτὸν οἱ συγγενεῖς φαύλως πως καὶ ὡς ἕνα τῶν ἐπιτυχόντων ἐκκομίσαντες ἐκ τῆς πόλεως καίειν τε καὶ θάπτειν·
そのため、親族たちは彼を幾分か粗末に、まるで一般のありふれた人々のうちの一人であるかのように市内から運び出し、火葬して埋葬しようとしていた。
ἡ μέντοι βουλὴ μαθοῦσα ὡς εἶχεν αὐτοῖς τὰ πράγματα, ἐκ τῶν δημοσίων ἐψηφίσατο χρημάτων ἐπιχορηγηθῆναι τὰς εἰς τὴν ταφὴν δαπάνας, καὶ χωρίον, ἔνθα ἐκαύθη καὶ ἐτάφη, μόνῳ τῶν μέχρις ἐμοῦ γενομένων ἐπιφανῶν ἀνδρῶν ἐν τῇ πόλει σύνεγγυς τῆς ἀγορᾶς ἀπέδειξεν ὑπʼ Οὐελίας·
しかしながら、元老院は彼らの状況を知ると、公金から埋葬のための費用を支給することを議決して決定し、彼が火葬され埋葬された場所として、私の時代に至るまでに現れた高名な人物の中で彼だけに、市内の広場の近く、ウェリアの丘の下の土地を割り当てた。
καὶ ἔστιν ὥσπερ ἱερὸν τοῦτο τοῖς ἐξ ἐκείνου τοῦ γένους ἐνθάπτεσθαι ἀνειμένον, παντὸς πλούτου καὶ πάσης βασιλείας κρεῖττον ἀγαθόν, εἴ τις μὴ ταῖς ἐπονειδίστοις ἡδοναῖς μετρεῖ τὴν εὐδαιμονίαν, ἀλλὰ τῷ καλῷ.
そして、この場所はあたかも彼の一族の者が埋葬されるために捧げられた聖所のようになっており、もし人が幸福を恥ずべき快楽によってではなく、美によって測るならば、いかなる富やいかなる王権よりも優れた善きものである。
§5.48.4Οὐαλέριος μὲν δὴ Ποπλικόλας οὐθὲν ἔξω τῆς εἰς τἀναγκαῖα δαπάνης κτήσασθαι προελόμενος, ὡς τῶν πολυχρημάτων τις βασιλέων λαμπραῖς ὑπὸ τῆς πόλεως ἐκοσμήθη ταφαῖς·
このように、必要最小限の費用を超えて何も獲得しようとしなかったウァレリウス・ポプリコラは、きわめて富裕な王たちの一人のように、国家によって輝かしい葬儀をもって顕彰された。
καὶ αὐτὸν Ῥωμαίων αἱ γυναῖκες ἅπασαι συνειπάμεναι τὸν αὐτὸν τρόπον ὥσπερ Ἰούνιον Βροῦτον ἀποθέσει χρυσοῦ τε καὶ πορφύρας τὸν ἐνιαύσιον ἐπένθησαν χρόνον, ὡς ἔθος αὐταῖς ἐστι πενθεῖν ἐπὶ τοῖς ἀναγκαίοις τῶν συγγενῶν κήδεσι.
そして、ローマのすべての女性たちは合意の上で、ユニウス・ブルトゥスの時と同じように、金や紫色の衣服を身から外して、1年の間彼を悼んで喪に服した。 これは彼女たちにとって、親しい親族の葬儀に際して喪に服す慣習と同じであった。