Humanitext Reader

哈利卡纳苏斯的狄奥尼修斯 · 罗马古事记 §5.49.1-5.49.5

卡西乌斯击溃萨宾人与卡马里纳陷落

第 378 段,共 962 段 · 希腊语

内容简介

新任执政官卡西乌斯战胜萨宾人并缔结和约,举行了凯旋式。与此同时,另一位执政官维尔吉尼乌斯对叛乱的卡马里纳城发动夜袭,强攻并摧毁了该城。

§5.49.1μετὰ δὲ τὸν ἐνιαυτὸν ἐκεῖνον ὕπατοι καθίστανται Σπόριος Κάσσιος Οὐεκελλῖνος ἐπικαλούμενος καὶ Ὀπίτωρ Οὐεργίνιος Τρικάτος.
在那一年之后,被称为斯普里乌斯·卡西乌斯·韦凯利努斯的人与奥皮托尔·维尔吉尼乌斯·特里卡图斯被任命为执政官。
ἐφʼ ὧν ὁ πρὸς Σαβίνους πόλεμος ὑπὸ θατέρου τῶν ὑπάτων Σπορίου κατελύθη μάχης ἰσχυρᾶς γενομένης οὐ μακρὰν τῆς Κυριτῶν πόλεως·
在他们任期内,与萨宾人的战争被两位执政官之一的斯普里乌斯,在距离库雷斯城不远的一场激战之后终结。
ἐξ ἧς ἀπέθανον μὲν ἀμφὶ τοὺς μυρίους καὶ τριακοσίους Σαβίνων, αἰχμάλωτοι δʼ ἐλήφθησαν ὀλίγον ἀποδέοντες τετρακισχιλίων.
在那场战斗中,大约一万三千名萨宾人战死,近四千人被俘。
§5.49.2ταύτῃ τῇ συμφορᾷ τελευταίᾳ πληγέντες οἱ Σαβῖνοι πρέσβεις ἀπέστειλαν ὡς τὸν ὕπατον διαλεξομένους περὶ φιλίας.
遭受了这最后一次灾难的打击,萨宾人向执政官派遣使节商讨友好。
ἀναβαλλομένου δʼ αὐτοὺς ἐπὶ τὴν βουλὴν τοῦ Κασσίου, παραγενηθέντες εἰς Ῥώμην σὺν πολλῇ δεήσει μόλις εὑρίσκονται διαλλαγὰς καὶ κατάλυσιν τοῦ πολέμου, σῖτόν τε τῇ στρατιᾷ δόντες, ὅσον ἐπέταξε Κάσσιος καὶ ἀργύριόν τι τακτὸν κατʼ ἄνδρα καὶ γῆς πεφυτευμένης πλέθρα μύρια.
但由于卡西乌斯将他们推延至元老院,他们带着许多哀求来到罗马,终于艰难地获得了和解与战争的结束,并向军队提供了卡西乌斯所命令的那么多粮食,以及每人一定数量的钱财和一万普勒特龙的已种植土地。
§5.49.3Σπόριος μὲν δὴ Κάσσιος θρίαμβον ἐκ τοῦ πολέμου τοῦδε κατήγαγεν· ὁ δʼ ἕτερος τῶν ὑπάτων Οὐεργίνιος ἐπὶ τὴν Καμαριναίων πόλιν ἐστράτευσεν μὲν ἀφεστῶσαν ἀπὸ τῆς Ῥωμαίων συμμαχίας κατὰ τόνδε τὸν πόλεμον, ἄγων τὴν ἡμίσειαν τῆς ἑτέρας στρατιᾶς, φράσας δʼ οὐδενί, ποῖ μέλλει πορεύεσθαι καὶ διὰ νυκτὸς ἀνύσας τὴν ὁδόν, ἵνα ἀπαρασκεύοις καὶ μὴ §5.49.4προειδόσι τὴν ἔφοδον τοῖς ἔνδον ἐπιθῆται·
斯普里乌斯·卡西乌斯因这场战争举行了凯旋式;而另一位执政官维尔吉尼乌斯则率领另一支军队的一半,向在这场战争中背叛了罗马同盟的卡马里纳城进军。 他没有告诉任何人自己打算去哪里,而是在夜间赶路,以便对城内那些毫无准备且未预料到袭击的人发动进攻。
ὅπερ καὶ συνέβη.
这确实发生了。
γενόμενος γὰρ πλησίον τοῦ τείχους ἅπαντας ἔλαθεν ἄρτι τῆς ἡμέρας διαυγούσης, καὶ πρὶν ἢ καταστρατοπεδεύεσθαι κριοὺς προσέφερε καὶ κλίμακας καὶ πάσῃ πολιορκίας ἐχρῆτο ἰδέᾳ.
因为当他接近城墙时,正值拂晓时分,他没有被任何人察觉,在安营扎寨之前,他就运来破城槌和梯子,采用了各种围攻手段。
τῶν δὲ Καμαριναίων καταπλαγέντων τὸ αἰφνίδιον τῆς παρουσίας αὐτοῦ καὶ τῶν μὲν ἀνοίγειν τὰς πύλας καὶ δέχεσθαι τὸν ὕπατον ἀξιούντων, τῶν δʼ ἀμύνεσθαι πάσῃ δυνάμει καὶ μὴ παριέναι τοὺς πολεμίους εἴσω, ἐν ᾧ τὸ ταραττόμενόν τε καὶ στασιάζον αὐτῶν ἐπεκράτει, τὰς πύλας ἐκκόψας καὶ τὰ βραχύτατα τῶν ἐρυμάτων κλίμαξι καταλαβόμενος κατὰ κράτος εἰλήφει τὴν πόλιν.
卡马里纳人因他的突然出现而惊慌失措,有些人主张打开城门迎接执政官,有些人则主张竭尽全力防守、不让敌人进入。 在他们那混乱且意见分歧的状态持续并占上风之时,他捣毁了城门,并用梯子占领了防御工事中矮的部分,强攻夺取了该城。
ἐκείνην μὲν οὖν τὴν ἡμέραν καὶ τὴν ἐπιοῦσαν νύκτα φέρειν τε καὶ §5.49.5ἄγειν τὰ χρήματα τοῖς σφετέροις ἐφῆκε· τῇ δʼ ἑξῆς συναχθῆναι τοὺς αἰχμαλώτους εἰς ἓν χωρίον κελεύσας τοὺς μὲν βουλεύσαντας τὴν ἀπόστασιν ἅπαντας ἀπέκτεινε, τὸν δʼ ἄλλον ὄχλον ἀπέδοτο, τὴν δὲ πόλιν κατέσκαψεν.
因此,在当天以及随后的夜间,他允许自己的士兵抢劫财产;但第二天,他下令将俘虏聚集到一个地方,处死了所有策划叛乱的人,卖掉了其余的民众,并将该城彻底铲平。

词汇与语法注释

  1. 5.49.2ἀναβαλλομένου δʼ αὐτοὺς ἐπὶ τὴν βουλὴν τοῦ Κασσίου — 属格绝对结构。动词 ἀναβάλλω 意为“推延”或“将(决定等)移交、委任给他人”,此处指卡西乌斯将使节的处理决定推延并移交给元老院。
  2. 5.49.2εὑρίσκονται — 动词 εὑρίσκω 的中动语态第三人称复数。其主动语态基本义为“寻找、发现”,而在此处的中动语态中,表示经过努力“(为自己)获得、争取到”。
  3. 5.49.3ἵνα ἀπαρασκεύοις καὶ μὴ προειδόσι τὴν ἔφοδον τοῖς ἔνδον ἐπιθῆται — 由表示目的的连词 ἵνα 引导的从句,其结构跨越了章节划分。主动词为不定过去时虚拟语气第三人称单数 ἐπιθῆται,与格分词短语 ἀπαρασκεύοις καὶ μὴ προειδόσι 修饰与其同格的名词短语 τοῖς ἔνδον(城内的人)。
  4. 5.49.4ἐν ᾧ τὸ ταραττόμενόν τε καὶ στασιάζον αὐτῶν ἐπεκράτει — 结合关系代词的时间表达 ἐν ᾧ 意为“在……期间/与此同时”。主语 τὸ ταραττόμενόν τε καὶ στασιάζον 是分词的中性单数名词化形式,指代“他们(卡马里纳人)混乱且分裂的状态(或意见)”。
  5. 5.49.4φέρειν τε καὶ ἄγειν — 结合不定式 φέρειν(运送)与 ἄγειν(牵引)的希腊语传统成语,对应拉丁语的 ferre et agere,指夺取动产以及驱赶牲畜或人口的行为,即“抢劫、掠夺”。

引用这一段

哈利卡纳苏斯的狄奥尼修斯, 罗马古事记 §5.49.1-5.49.5. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0081.tlg001.humanitext-grc2:5.49.1-5.49.5

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。