§5.50.1ἐπὶ δὲ τῆς ἑβδομηκοστῆς ὀλυμπιάδος, ἣν ἐνίκα στάδιον Νικέας Λοκρὸς ἐξ Ὀποῦντος, ἄρχοντος Ἀθήνησι Σμύρου, παραλαμβάνουσι τὴν ὕπατον ἀρχὴν Πόστομος Κομίνιος καὶ Τῖτος Λάρκιος·
第七十回オリンピア期(このときスタディオン走で優勝したのはオプス出身のロクリス人ニケアスであった)、アテナイではスミュロスが執政官(アルコン)のとき、ポストムス・コミニウスとティトス・ラルキウスが執政官職を引き継いだ。
ἐφʼ ὧν ἀπέστησαν αἱ Λατίνων πόλεις ἀπὸ τῆς Ῥωμαίων φιλίας, Ὀκταουΐου Μαμιλίου τοῦ κηδεύσαντος Ταρκυνίῳ τοὺς ἐπιφανεστάτους ἐξ ἑκάστης πόλεως, τοὺς μὲν ὑποσχέσεσι δώρων, τοὺς δὲ δεήσεσι πείσαντος συμπρᾶξαι τοῖς §5.50.2φυγάσι τὴν κάθοδον.
彼らの任期中に、ラティウムの諸都市がローマとの友好関係から離反した。 それは、タルクィニウスの婿となったオクタウィウス・マミリウスが、各都市の最も顕著な有力者たちを、ある者は贈り物の約束で、ある者は哀願によって説得し、亡命者たちの帰還に協力させたからである。
καὶ γίνεται κοινὴ τῶν συναγομένων εἰς Φερεντῖνον ἀγορὰ πλὴν μιᾶς τῆς Ῥωμαίων πόλεως·
そして、ローマという一つの都市を除いて、フェレンティヌムに集まる人々の共同集会が開かれた。
ταύτῃ γὰρ οὐκ ἐπήγγειλαν μόνῃ παρεῖναι, καθάπερ εἰώθεσαν·
彼らはローマにだけは、いつものように出席するよう呼びかけなかった。
ἐν ᾗ ψῆφον ἐνεγκεῖν ἔδει τὰς πόλεις περὶ τοῦ πολέμου καὶ στρατηγοὺς ἀποδεῖξαι καὶ §5.50.3περὶ τῶν ἄλλων βουλεύσασθαι παρασκευῶν.
その集会において、諸都市は戦争について票を投じ、将軍たちを指名し、その他の準備について審議することになっていた。
ἐτύγχανε δὲ κατὰ τὸν χρόνον τοῦτον ἀπεσταλμένος ὑπὸ Ῥωμαίων πρεσβευτὴς Μάρκος Οὐαλέριος ἀνὴρ ὑπατικὸς εἰς τὰς ὁμόρους πόλεις δεησόμενος αὐτῶν μηδὲν νεωτερίζειν·
ちょうどこの時期、ローマ人によって使節として派遣されていた、元執政官のマルコス・ウァレリウスという男が、隣接する諸都市に対し、いかなる不穏な動きも起こさないよう要請するために滞在していた。
ἐλῄστευον γὰρ ἐξ αὐτῶν τινες τοὺς ὁμοτέρμονας ἀγροὺς ὑπὸ τῶν δυνατῶν ἀποστελλόμενοι καὶ πολλὰ τοὺς γεωργοὺς τῶν Ῥωμαίων ἔβλπτον·
というのも、それらの都市の一部の者たちが、有力者たちに送り出されて隣接する耕作地を略奪し、ローマの農民たちに多大な損害を与えていたからである。
ὃς ἐπειδὴ τὴν κοινὴν σύνοδον ἔγνω τῶν πόλεων γιγνομένην ἐπὶ τῷ διενεγκεῖν ἁπάσας τὴν περὶ τοῦ πολέμου ψῆφον, ἐλθὼν ἐπὶ τὸν σύλλογον καὶ λόγον αἰτησάμενος παρὰ τῶν προέδρων ἔλεξεν, ὅτι πεμφθείη μὲν ὑπὸ τῆς πόλεως πρεσβευτὴς πρὸς τὰς ἀποστελλούσας τὰ λῃστήρια πόλεις δεησόμενος αὐτῶν τοὺς ἐνόχους τοῖς ἀδικήμασιν ἐξευρούσας ἐκδοῦναι σφίσι τιμωρίας ὑφέξοντας κατὰ τὸν νόμον, ὃν ἐν ταῖς συνθήκαις ὥρισαν, ὅτε συνετίθεντο τὴν φιλίαν, καὶ τὸ λοιπὸν ἀξιώσων φυλάττειν, ἵνα μηδὲν ἁμάρτημα γένηται κοινόν, ὃ διαστήσει τήν τε φιλίαν αὐτῶν καὶ τὴν συγγένειαν.
彼は、諸都市の共同集会が、すべての都市が戦争に関する票を投じるために開かれようとしていることを知ると、その集会に赴き、議長たちに発言を求めて次のように述べた。 すなわち、自分は、略奪隊を送り出している諸都市に対して、その不法行為に罪のある者たちを捜し出して自分たちに引き渡し、彼らが友好関係を定めた際に条約の中で定めた法律に従って罰を受けさせるよう要請するために、また、彼らの友好関係と親族関係を引き裂くような共同の過ちが今後一切起こらないよう警戒することを求めるために、ローマ市から使節として派遣されたのだ、と。
§5.50.4ὁρῶν δʼ ἁπάσας συνεληλυθυίας τὰς πόλεις ἐπὶ τῷ κατὰ Ῥωμαίων πολέμῳ καὶ τοῦτʼ ἐκ πολλῶν μὲν καὶ ἄλλων καταλαμβανόμενος, μάλιστα δʼ ὅτι Ῥωμαίοις μόνοις οὐ παρήγγειλαν ἐπὶ τὴν ἀγορὰν παρεῖναι, γεγραμμένον ἐν ταῖς συνθήκαις ἁπάσας παρεῖναι τὰς πόλεις ταῖς κοιναῖς ἀγοραῖς, ὅσαι τοῦ Λατίνων εἰσὶ γένους, παραγγειλάντων αὐταῖς τῶν προέδρων, θαυμάζειν, τί δήποτε παθόντες ἢ τί κατηγορεῖν ἔχοντες τῆς πόλεως οἱ σύνεδροι μόνην οὐ παρέλαβον ἐκείνην ἐπὶ τὸν σύλλογον, ἣν πρώτην τε πασῶν ἔδει παρεῖναι καὶ πρώτην ἐρωτᾶσθαι γνώμην ἡγεμονίαν ἔχουσαν τοῦ ἔθνους, ἧς ἔτυχε παρʼ αὐτῶν ἑκόντων ἀντὶ πολλῶν καὶ μεγάλων εὐεργεσιῶν.
しかし、彼はすべての都市がローマに対する戦争のために集まっているのを目にし、またこのことを他の多くの事柄からも、とりわけ、ラテン民族に属するすべての都市は、議長たちがそれらの都市に布告したならば、共同の集会に出席しなければならないと条約に記されているにもかかわらず、ローマ人にだけは集会への出席を呼びかけなかったことから悟り、会議の構成員たちがいったいどうして、あるいはローマ市に対してどのような非難があって、その都市だけを集会に招かなかったのか、不思議に思うと述べた。 その都市こそは、何よりもまず出席すべきであり、また、その民族の指導権を持っているがゆえに最初に意見を求められるべき都市なのである。 その指導権は、数多くの大いなる恩恵の代わりに、彼らが自発的に与えたものであった。