Humanitext Reader

哈利卡纳苏斯的狄奥尼修斯 · 罗马古事记 §5.48.1-5.48.4

波普利科拉之死与其清贫之德及国葬

第 377 段,共 962 段 · 希腊语

内容简介

讲述了普布利乌斯·瓦莱里乌斯·波普利科拉的去世、他卓越的清贫与自足美德,以及国家出资为他举行的特权葬礼。

§5.48.1ἐπὶ δὲ τῆς τούτων ἀρχῆς Πόπλιος Οὐαλέριος Ποπλικόλας ἐπικαλούμενος νοσήσας ἐτελεύτα, κράτιστος τῶν τότε Ῥωμαίων κατὰ πᾶσαν ἀρετὴν νομισθείς.
在他们的任期内,被称为波普利科拉的普布利乌斯·瓦莱里乌斯因病去世,他被公认为是当时所有罗马人中在各项美德上最杰出的人物。
τὰ μὲν οὖν ἄλλα τοῦ ἀνδρὸς ἔργα, διʼ ἃ θαυμάζεσθαί τε καὶ μνήμης τυγχάνειν ἄξιός ἐστιν, οὐδὲν δέομαι λέγειν· ἐν ἀρχῇ γὰρ τοῦ λόγου τοῦδε τὰ πολλὰ εἴρηται·
至于该男子的其他功绩,那些使他值得被仰慕和被纪念的事迹,我无需再提,因为在本历史著作的开头已叙述了大部分。
ὃ δʼ ἁπάντων ἐστὶ τῶν τοῦ ἀνδρὸς ἐγκωμίων θαυμασιώτατον καὶ οὔπω τέτευχε λόγου, τοῦτʼ οἴομαι δεῖν μὴ παρελθεῖν, παντὸς μάλιστα νομίζων τοῦτο προσήκειν τοῖς γράφουσιν ἱστορίας, μὴ μόνον τὰς πολεμικὰς πράξεις τῶν ἐπισήμων ἡγεμόνων διεξιέναι, μηδʼ εἴ τι πολίτευμα καλὸν καὶ σωτήριον ταῖς πόλεσιν ἀπεδείξαντο ἐξευρόντες, ἀλλὰ καὶ τοὺς βίους αὐτῶν, εἰ μέτριοι καὶ σώφρονες καὶ μένοντες ἐπὶ τοῖς πατρίοις ἐπιτηδεύμασι διετέλεσαν, ἐπιδείκνυσθαι.
但我认为不应当放过那在对该男子的所有赞颂中最令人惊叹、且至今未见于记载的一点,因为我认为这最适合历史撰写者,不仅要详述著名领袖的军事功绩,也不仅要说明他们是否通过思考而为城邦展示了什么高尚且有益的政策,还要展示他们的生活,即他们是否始终保持节制、自律并恪守祖先的习俗。
§5.48.2ἐκεῖνος τοίνυν ὁ ἀνὴρ συγκαταλύσας μὲν τοὺς βασιλεῖς ἐν τοῖς πρώτοις τέτταρσι πατρικίοις καὶ δημεύσας αὐτῶν τὰς ὑπάρξεις, τετράκις δὲ τῆς ὑπατικῆς ἐξουσίας γενόμενος κύριος, μεγίστους δὲ δύο νικήσας πολέμους καὶ θριάμβους καταγαγὼν ἀπʼ ἀμφοτέρων, τὸν μὲν πρῶτον ἀπὸ τοῦ Τυρρηνῶν ἔθνους, τὸν δὲ δεύτερον ἀπὸ Σαβίνων, τοιαύτας ἀφορμὰς χρηματισμοῦ λαβών, ἃς οὐδεὶς ἂν ὡς αἰσχρὰς καὶ ἀδίκους διέβαλεν, οὐχ ἑάλω τῇ πάντας ἀνθρώπους καταδουλουμένῃ καὶ ἀσχημονεῖν ἀναγκαζούσῃ φιλοχρηματίᾳ· ἀλλʼ ἐπὶ τῇ μικρᾷ καὶ πατροπαραδότῳ διέμενεν οὐσίᾳ σώφρονα καὶ αὐτάρκη καὶ πάσης ἐπιθυμίας κρείττονα βίον ζῶν, καὶ παῖδας ἐπὶ τοῖς ὀλίγοις χρήμασιν ἐθρέψατο τοῦ γένους ἀξίους, καὶ δῆλον ἐποίησεν ἅπασιν, ὅτι πλούσιός ἐστιν οὐχ ὁ πολλὰ κεκτημένος, ἀλλʼ ὁ μικρῶν δεόμενος.
正是那位男子,在最初的四位贵族中共同推翻了君主制并没收了他们的财产,四次执掌执政官权力,并在两场极其重大的战争中获胜并从两场战争中都举行了凯旋式(第一场是针对伊特鲁里亚部族,第二场是针对萨宾人),他虽然获得了这样没有人会指责为可耻或不义的发财机会,却未被那奴役所有人并强迫人们做出丑态的贪财心所俘获;而是守着他那微薄的、祖传的财产,过着节制、自足且战胜一切欲望的生活,并用这微薄的资财抚养了配得上其家族的子嗣,向所有人表明了,富有的不是拥有很多财产的人,而是需求极少的人。
§5.48.3πίστις δʼ ἀκριβὴς καὶ ἀναμφίλεκτος τῆς αὐταρκείας τοῦ ἀνδρός, ἣν ἀπεδείξατο παρὰ πάντα τὸν τοῦ βίου χρόνον, ἡ μετὰ τὸν θάνατον αὐτοῦ φανεῖσα ἀπορία.
关于该男子在整个生命历程中所展现的自足,其精确且无可争议的证明便是他死后显露出来的贫困。
οὐδὲ γὰρ αὐτὰ τὰ εἰς τὴν ἐκκομιδὴν τοῦ σώματος καὶ ταφήν, ὧν ἀνδρὶ προσήκει τηλικούτῳ τυχεῖν, ἀρκοῦντα ἐν τοῖς ὑπάρχουσι κατέλιπεν· ἀλλʼ ἐμέλλησαν αὐτὸν οἱ συγγενεῖς φαύλως πως καὶ ὡς ἕνα τῶν ἐπιτυχόντων ἐκκομίσαντες ἐκ τῆς πόλεως καίειν τε καὶ θάπτειν·
因为他甚至没有在遗留的财产中留下足够举办像他这样伟大人物所配享有的抬棺出殡和下葬的费用;他的亲属本打算以某种简陋的方式,仿佛他只是寻常百姓中的一员一般,将他抬出城外火化并安葬。
ἡ μέντοι βουλὴ μαθοῦσα ὡς εἶχεν αὐτοῖς τὰ πράγματα, ἐκ τῶν δημοσίων ἐψηφίσατο χρημάτων ἐπιχορηγηθῆναι τὰς εἰς τὴν ταφὴν δαπάνας, καὶ χωρίον, ἔνθα ἐκαύθη καὶ ἐτάφη, μόνῳ τῶν μέχρις ἐμοῦ γενομένων ἐπιφανῶν ἀνδρῶν ἐν τῇ πόλει σύνεγγυς τῆς ἀγορᾶς ἀπέδειξεν ὑπʼ Οὐελίας· καὶ ἔστιν ὥσπερ ἱερὸν τοῦτο τοῖς ἐξ ἐκείνου τοῦ γένους ἐνθάπτεσθαι ἀνειμένον, παντὸς πλούτου καὶ πάσης βασιλείας κρεῖττον ἀγαθόν, εἴ τις μὴ ταῖς ἐπονειδίστοις ἡδοναῖς μετρεῖ τὴν εὐδαιμονίαν, ἀλλὰ τῷ καλῷ.
然而元老院得知他们的处境后,决定从国库中拨款资助他的葬礼费用,并在城内靠近广场、维利亚山下的地方划出一块地作为他火化和安葬的场所,这是直到我这个时代为止所出现过的显赫人物中唯一获得此待遇的人;这地方就像是专供他这一族子孙安葬的圣所,如果有人不以可耻的享乐而是以高尚来衡量幸福,那么这就是超越一切财富和一切王权的美好事物。
§5.48.4Οὐαλέριος μὲν δὴ Ποπλικόλας οὐθὲν ἔξω τῆς εἰς τἀναγκαῖα δαπάνης κτήσασθαι προελόμενος, ὡς τῶν πολυχρημάτων τις βασιλέων λαμπραῖς ὑπὸ τῆς πόλεως ἐκοσμήθη ταφαῖς·
因此,瓦莱里乌斯·波普利科拉选择不获取任何超出生活必需的费用,却像那些极其富有的国王一样,由城邦为他举行了光荣的葬礼。
καὶ αὐτὸν Ῥωμαίων αἱ γυναῖκες ἅπασαι συνειπάμεναι τὸν αὐτὸν τρόπον ὥσπερ Ἰούνιον Βροῦτον ἀποθέσει χρυσοῦ τε καὶ πορφύρας τὸν ἐνιαύσιον ἐπένθησαν χρόνον, ὡς ἔθος αὐταῖς ἐστι πενθεῖν ἐπὶ τοῖς ἀναγκαίοις τῶν συγγενῶν κήδεσι.
罗马的所有妇女都达成共识,以如同对待尤尼乌斯·布鲁图斯一样的方式,卸下金饰与紫衣,为他服丧一年,这正如她们在亲近亲属去世时服丧的习俗一样。

词汇与语法注释

  1. 956ὃ δʼ ἁπάντων ἐστὶ τῶν τοῦ ἀνδρὸς ἐγκωμίων θαυμασιώτατον καὶ οὔπω τέτευχε λόγου — 由关系代词 `ὅ` 引导的从句被置于句首,并在主句中由指示代词 `τοῦτο`(位于 `τοῦτʼ οἴομαι δεῖν μὴ παρελθεῖν` 中)进行前指和收尾。
  2. 956εἰ μέτριοι καὶ σώφρονες καὶ μένοντες ἐπὶ τοῖς πατρίοις ἐπιτηδεύμασι διετέλεσαν — 由连词 `εἰ`(是否)引导的间接疑问从句作为不定式 `ἐπιδείκνυσθαι`(展示)的宾语。动词 `διατελέω` 与补充分词 `μένοντες` 连用,表示“持续恪守祖先的习俗”。
  3. 957ἃς οὐδεὶς ἂν ὡς αἰσχρὰς καὶ ἀδίκους διέβαλεν — 关系从句中使用了语气小词 `ἄν` 和直说语气过去时(`διέβαλεν,`),表示过去的潜在性、可能性,或违背过去事实的虚拟假设(“没有人会指责为……”)。
  4. 958μόνῳ τῶν μέχρις ἐμοῦ γενομένων ἐπιφανῶν ἀνδρῶν ἐν τῇ πόλει — 与格形容词 `μόνῳ` 作为主句动词 `ἀπέδειξεν`(划出/指定)的间接宾语,并修饰主语瓦莱里乌斯·波普利科拉,强调了他享有的独特荣誉:“在我这个时代之前的显赫人物中,唯独给予他……”。

引用这一段

哈利卡纳苏斯的狄奥尼修斯, 罗马古事记 §5.48.1-5.48.4. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0081.tlg001.humanitext-grc2:5.48.1-5.48.4

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。