§5.47.1τῇ δʼ ἑξῆς ἡμέρᾳ καύσαντες τοὺς ἑαυτῶν νεκροὺς οἱ ὕπατοι καὶ τὰ σκῦλα συλλέξαντες·
翌日、執政官たちは自軍の死者を火葬し、戦利品を収集した。
ἑάλω δέ τινα καὶ ἀπὸ τῶν ζώντων ῥιπτούντων ἐν τῇ φυγῇ τὰ ὅπλα·
――なお、戦利品の一部は、逃走中に武器を投げ捨てた生存者たちからも得られたものである。
ἄνδρας τʼ αἰχμαλώτους ἄγοντες, οὓς ἔλαβον οὐκ ὀλίγους καὶ χρήματα, χωρὶς ὧν οἱ στρατιῶται διήρπασαν· τούτων δὲ διαπραθέντων δημοσίᾳ τὰς κατʼ ἄνδρα γενομένας εἰσφοράς, αἷς ἔστειλαν τοὺς στρατιώτας, ἅπαντες ἐκομίσαντο·
――そして、彼らが獲得した少なからぬ数の捕虜と財宝を連れ帰り――これらは兵士たちが略奪した物とは別である――、これらが公に売却されると、市民全員が、兵士たちを送り出すために個人ごとに支払った戦費の寄付金を回収した。
ἀπῄεσαν ἐπʼ §5.47.2οἴκου λαμπροτάτην ἀνῃρημένοι νίκην.
こうして彼らは極めて輝かしい勝利を収めて帰途についた。
καὶ θριάμβοις ὑπὸ τῆς βουλῆς ἐκοσμοῦντο ἀμφότεροι, Μενήνιος μὲν τῷ μείζονι καὶ τιμιωτέρῳ, παρεμβεβηκὼς ἐφʼ ἁρματίου δίφρου βασιλικοῦ, Ποστόμιος δὲ τῷ ἐλάσσονι καὶ ὑποδεεστέρῳ, ὃν καλοῦσιν οὐαστήν, παρεγκλίναντες τοὔνομα Ἑλληνικὸν ὑπάρχον εἰς τἀσαφές.
そして両者とも元老院から凱旋式を与えられたが、メネニウスは、王の二輪馬車に乗った、より大きくより名誉あるものを授かり、ポストゥミウスは、より小さくより格下の、彼らが「ウァステス」と呼ぶものを授かった。 この名称はギリシア語起源のものが歪められて不明瞭になったものである。
τὸ γὰρ πρῶτον εὐαστὴς ἀπὸ τοῦ συμβεβηκότος ἐλέγετο, ὡς αὐτός τʼ εἰκάζω καὶ ἐν πολλαῖς εὑρίσκω γραφαῖς ἐπιχωρίοις φερόμενον.
というのも、元々は出来事に因んで「エウアステス」と呼ばれていたからであり、これは私自身が推測することでもあり、多くの地元の文書に記録されているのを見出すことでもある。
§5.47.3τότε δὲ πρῶτον, ὡς Λικίννιος ἱστορεῖ, τοῦτον ἐξευρούσης τὸν θρίαμβον τῆς βουλῆς.
リキニウスが記録しているように、元老院がこの凱旋式を考案したのはこの時が初めてであった。
διαφέρει δὲ θατέρου πρῶτον μέν, ὅτι πεζὸς εἰσέρχεται μετὰ τῆς στρατιᾶς προηγούμενος ὁ τὸν οὐαστὴν κατάγων θρίαμβον, ἀλλʼ οὐκ ἐφʼ ἅρματος ὥσπερ ἐκεῖνος·
それは他方の凱旋式といくつかの点で異なっている。 第一に、ウァステス(小凱旋式)を挙行する者は、軍を率いて徒歩で入場するのであり、他方のように馬車に乗るのではない。
ἔπειθʼ ὅτι οὐ τὴν ποικίλην καὶ χρυσόσημον ἀμφιέννυται στολήν, ᾗ κοσμεῖται ὁ ἕτερος, οὐδὲ τὸν χρυσοῦν ἔχει στέφανον, ἀλλὰ περιπόρφυρον λευκὴν περιβέβληται τήβενναν, τὸ ἐπιχώριον τῶν ὑπάτων τε καὶ στρατηγῶν φόρημα, στέφανον δʼ ἐπίκειται δάφνης, μεμείωται δὲ καὶ τοῦ σκήπτρου τῇ φορήσει παρὰ τὸν ἕτερον, §5.47.4τὰ δʼ ἄλλα πάντα ταὐτὰ ἔχει.
第二に、他方が身にまとう極彩色の金刺繍の衣装を着ることも、金の冠を戴くこともなく、執政官や法務官の伝統的な衣服である、縁が紫色の白いトガを身にまとい、月桂冠を戴き、また他方に比べて王笏を携えることも省略されているが、それ以外の点はすべて同じである。
αἴτιον δὲ τῷ ἀνδρὶ τῆς ἐλάττονος τιμῆς ἐγένετο, καίτοι λαμπροτάτῳ πάντων γενομένῳ κατὰ τὴν μάχην, τὸ πρότερον πταῖσμα ἐν τῇ ἐπιδρομῇ μέγα καὶ σὺν αἰσχύνῃ γενόμενον, ἐξ οὗ τῆς τε δυνάμεως πολλοὺς ἀπώλεσε καὶ αὐτὸς ὀλίγου ἐδέησε σὺν τοῖς περιλειφθεῖσιν ἐκ τῆς τροπῆς αἰχμάλωτος γενέσθαι.
この男が、戦闘においては誰よりも輝かしい活躍をしたにもかかわらず、より低い名誉にとどまった原因は、先の襲撃における、不名誉を伴う大きな敗退であった。 それによって、彼は軍勢の多くを失い、自らも敗走の生存者たちとともに危うく捕虜になるところだったからである。