Humanitext Reader

ハリカルナッソスのディオニュシオス · ローマ古代誌 §5.46.1-5.46.5

投槍の炎の吉兆とサビニ軍に対する勝利

375 / 962 箇所 · ギリシア語

要旨

ローマ軍はサビニ人の大軍を前に一時恐れを抱くが、投槍の先端に炎が灯る奇跡を目にして勝利を確信し、激戦の末に敵を敗走させてその陣地を占領する。

§5.46.1ὡς δὲ συνεῖδον ἀμφότεροι τὰ τῶν πολεμίων πράγματα, τῷ τε μεγέθει τῶν στρατοπέδων εἰκάσαντες καὶ παρʼ αἰχμαλώτων ἀκούσαντες, τοῖς μὲν Σαβίνοις θάρσος παρέστη καὶ καταφρόνησις τῆς τῶν πολεμίων ὀλιγότητος, τοῖς δὲ Ῥωμαίοις δέος πρὸς τὸ τῶν ἀντιπολεμούντων πλῆθος·
両軍が敵の戦況を察知したとき、陣営の規模から推測し、また捕虜から聞いたことにより、サビニ人には勇気と敵の少なさに対する侮りが生じ、ローマ人には敵の多さに対する恐れが生じた。
ἐθάρρησαν δὲ καὶ οὐ μικρὰς ἐλπίδας ὑπὲρ τῆς νίκης ἔλαβον ἄλλων τε σημείων γενομένων σφίσι θεοπέμπτων καὶ δὴ καὶ τελευταίου φάσματος, ὅτε παρατάττεσθαι ἔμελλον, τοιοῦδε.
しかし、ローマ人たちは勇気を得て、勝利について小さからぬ希望を抱いた。 彼らに神から送られた他の兆候が現れ、そして何よりも、彼らが陣列を整えようとしていた時に、次のような最後の幻影が現れたからである。
§5.46.2ἐκ τῶν καταπεπηγμένων παρὰ ταῖς σκηναῖς ὑσσῶν· ἔστι δὲ ταῦτα βέλη Ῥωμαίων, ἃ συνιόντες εἰς χεῖρας ἐξακοντίζουσι, ξύλα προμήκη τε καὶ χειροπλήθη τριῶν οὐχ ἧττον ποδῶν σιδηροῦς ὀβελίσκους ἔχοντα προὔχοντας κατʼ εὐθεῖαν ἐκ θατέρου τῶν ἄκρων, μετρίοις ἀκοντίοις ἴσα σὺν τῷ σιδήρῳ·
幕舎のそばに突き立てられていた投槍から――これらはローマ人の武器であり、接近戦に入る前に投げつけるものである。
ἐκ τούτων δὴ τῶν ὑσσῶν περὶ τοῖς ἄκροις τῶν ὀβελίσκων φλόγες ἀνήπτοντο, καὶ διʼ ὅλου τοῦ στρατοπέδου τὸ σέλας ἦν, ὥσπερ ἀπὸ §5.46.3λαμπάδων, καὶ κατέσχε τῆς νυκτὸς ἐπὶ πολύ.
長さが3フィートを下らず、手で握れる太さの細長い木製の柄に、その一端から真っ直ぐに突き出た鉄の穂先を備えており、鉄の部分も含めると中程度の手投げ槍に等しい――これら投槍の、鉄の穂先の先端の周りに炎が燃え上がり、陣営全体にあたかもたいまつからのような輝きがあり、それが夜の長い時間にわたって持続したのである。
ἐκ τούτου κατέλαβον τοῦ φάσματος, ὥσπερ οἱ τερατοσκόποι ἀπέφαινον καὶ πᾶσιν ἀνθρώποις συμβαλεῖν οὐ χαλεπὸν ἦν, ὅτι νίκην αὐτοῖς ταχεῖαν καὶ λαμπρὰν σημαίνει τὸ δαιμόνιον, ἐπειδήπερ ἅπαν εἴκει τῷ πυρὶ καὶ οὐδὲν ὅ τι οὐχ ὑπὸ τοῦ πυρὸς διαφθείρεται.
この幻影から、彼らは、兆候占い師たちが説明し、またすべての人々にとっても推測するのが困難ではなかったように、神霊が彼らに迅速かつ輝かしい勝利を告げているのだと理解した。 なぜなら、万物は火に屈し、火によって滅ぼされないものは何一つないからである。
τοῦτο δʼ ὅτι ἐκ τῶν ἀμυντηρίων αὐτοῖς ὅπλων ἀνήφθη, μετὰ πολλοῦ θάρσους προῄεσαν ἐκ τοῦ χάρακος καὶ συρράξαντες τοῖς Σαβίνοις ἐμάχοντο πολλαπλασίοις ἐλάττους ἐν τῷ θαρρεῖν τὸ πιστὸν ἔχοντες·
そして、これが彼らの自衛用の武器から燃え上がったことから、彼らは多大なる勇気をもって陣地から進み出て、サビニ人と激突して戦った。 数においては何倍も劣りながらも、確信をその勇気の中に抱いていた。
καὶ ἡ ἐμπειρία δὲ σὺν τῷ φιλοπόνῳ πολλὴ αὐτοῖς παροῦσα παντὸς ἐπήγετο δεινοῦ καταφρονεῖν.
また彼らに豊かに備わっていた、勤勉さと結びついた経験も、あらゆる恐るべき事態を軽蔑する気にさせた。
§5.46.4πρῶτος μὲν οὖν ὁ Ποστόμιος τὸ εὐώνυμον ἔχων κέρας ἀναλύσασθαι τὴν προτέραν ἧτταν προθυμούμενος τὸ δεξιὸν τῶν πολεμίων ἐξωθεῖ κέρας πρόνοιαν οὐδεμίαν τῆς, ἑαυτοῦ ψυχῆς παρὰ τὸ νικᾶν ποιούμενος, ἀλλʼ ὥσπερ οἱ μεμηνότες καὶ θανατῶντες εἰς μέσους τοὺς πολεμίους ῥιπτῶν ἑαυτόν·
まず、左翼を率いていたポストゥミウスが、前回の敗北を雪ごうと熱望し、自らの命を勝利のほかにいささかも顧みず、まるで狂乱した者や死を求める者のように敵のただ中に身を投じて、敵の右翼を押し戻した。
ἔπειτα καὶ οἱ σὺν τῷ Μενηνίῳ θάτερον ἔχοντες κέρας κάμνοντες ἤδη καὶ ἐξωθούμενοι τῆς στάσεως, ὡς ἔμαθον, ὅτι νικῶσι τοὺς κατὰ σφᾶς οἱ τοῦ Ποστομίου, θαρρήσαντες εἰς ἀντίπαλα χωροῦσι·
次いで、メネニウスと共に他方の翼を率いていた者たちも、すでに疲弊し、自らの陣地から押し出されかけていたが、ポストゥミウスの兵たちが正面の敵を打ち破っていることを知ると、勇気を得て互角の戦いに持ち込んだ。
καὶ γίνεται τῶν κεράτων ἀμφοτέρων τοῖς Σαβίνοις ἐκκλινάντων τροπὴ παντελής.
そしてサビニ人の両翼が退却したため、完全な敗走となった。
§5.46.5οὐδὲ γὰρ οἱ ἐν μέσῃ τῇ φάλαγγι ταχθέντες ἐψιλωμένων τῶν ἄκρων ἔτι παρέμειναν, ἀλλʼ ὑπὸ τῆς ἵππου τῆς Ῥωμαϊκῆς ἐξελαυνούσης κατὰ τέλη βιασθέντες ἀνεστάλησαν.
というのも、中央の陣列に配置されていた者たちも、両翼が失われたためにもはや留まることはなく、部隊ごとに突撃してくるローマの騎兵によって圧倒されて後退したからである。
φυγῆς δὲ πάντων γενομένης ἐπὶ τοὺς χάρακας ἀκολουθήσαντες οἱ Ῥωμαῖοι καὶ συνεισπεσόντες ἀμφότερα λαμβάνουσιν αὐτῶν τὰ ἐρύματα.
全員が陣地へと敗走する中、ローマ人たちは追撃して、そして一緒になだれ込んで彼らの両方の陣地を奪取した。
τοῦ δὲ μὴ πανσυδὶ τὸν τῶν πολεμίων διαφθαρῆναι στρατὸν ἥ τε νὺξ αἰτία ἐγένετο καὶ τὸ ἐν οἰκείᾳ γῇ τὸ πάθος αὐτοῖς συμβῆναι·
敵の軍勢がことごとく壊滅するに至らなかったことについては、夜の闇が原因となり、またこの惨劇が彼らの自国領内で起きたことも理由であった。
ῥᾷον γὰρ οἱ φεύγοντες ἐπὶ τὰ σφέτερα ἐσώζοντο διʼ ἐμπειρίαν τῶν τόπων.
なぜなら、逃亡する者たちは、土地に精通していたために、より容易に我が家へと逃れて助かったからである。

語釈・文法注

  1. 5.46.1ἄλλων τε σημείων γενομένων — 属格独立格。文法的には「ἄλλων τε σημείων γενομένων」と後続の「τελευταίου φάσματος」が「καὶ δὴ καί」を介して並列されており、後半部分では分詞「γενομένου」が省略されている。ローマ人が勇気と希望を得た原因・理由を表している。
  2. 950ἐκ τῶν καταπεπηγμένων παρὰ ταῖς σκηναῖς ὑσσῶν — この前置詞句は§5.46.2の文頭に置かれているが、その主動詞である「φλόγες ἀνήπτοντο」は、中間にローマの投槍を定義・説明する長大な挿入句(「ἔστι δὲ ταῦτα βέλη...」)を挟んだのちに現れる。読解の際は、この倒置(hyperbaton)に留意し、前置詞句が主動詞に直接係ることを意識する必要がある。
  3. 951ἐν τῷ θαρρεῖν τὸ πιστὸν ἔχοντες — 前置詞「ἐν」と冠詞付き不定詞の与格「τῷ θαρρεῖν」(「勇敢であることにおいて」)が、名詞化された形容詞「τὸ πιστόν」(「確信」)を限定している。「確信の根拠を、自らの勇気の中に抱いて」という意味を表す。
  4. 5.46.5τοῦ δὲ μὴ πανσυδὶ τὸν τῶν πολεμίων διαφθαρῆναι στρατὸν — 文頭に置かれた冠詞付き不定詞の属格が、関係の対象(「〜という事態に至らなかったことについては」)を示し、後続の「ἥ τε νὺξ αἰτία ἐγένετο...」にかかっている。不定詞「διαφθαρῆναι」の意味上の主語は、対格の「τὸν τῶν πολεμίων ... στρατόν」である。

この箇所を引用する

ハリカルナッソスのディオニュシオス, ローマ古代誌 §5.46.1-5.46.5. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0081.tlg001.humanitext-grc2:5.46.1-5.46.5

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。