§5.47.1τῇ δʼ ἑξῆς ἡμέρᾳ καύσαντες τοὺς ἑαυτῶν νεκροὺς οἱ ὕπατοι καὶ τὰ σκῦλα συλλέξαντες· ἑάλω δέ τινα καὶ ἀπὸ τῶν ζώντων ῥιπτούντων ἐν τῇ φυγῇ τὰ ὅπλα· ἄνδρας τʼ αἰχμαλώτους ἄγοντες, οὓς ἔλαβον οὐκ ὀλίγους καὶ χρήματα, χωρὶς ὧν οἱ στρατιῶται διήρπασαν·
第二天,执政官们火化了己方的死者并收集了战利品——其中一些也是从那些在逃跑中扔掉武器的生还者那里缴获的——,并且带回了他们俘获的为数不少的战俘和财物,这些是士兵们掠夺的物资之外的。
τούτων δὲ διαπραθέντων δημοσίᾳ τὰς κατʼ ἄνδρα γενομένας εἰσφοράς, αἷς ἔστειλαν τοὺς στρατιώτας, ἅπαντες ἐκομίσαντο·
当这些物品被公开拍卖后,所有人都收回了当初为了装备士兵而由个人缴纳的捐税。
ἀπῄεσαν ἐπʼ §5.47.2οἴκου λαμπροτάτην ἀνῃρημένοι νίκην.
于是,他们怀着极其辉煌的胜利成果启程返乡。
καὶ θριάμβοις ὑπὸ τῆς βουλῆς ἐκοσμοῦντο ἀμφότεροι, Μενήνιος μὲν τῷ μείζονι καὶ τιμιωτέρῳ, παρεμβεβηκὼς ἐφʼ ἁρματίου δίφρου βασιλικοῦ, Ποστόμιος δὲ τῷ ἐλάσσονι καὶ ὑποδεεστέρῳ, ὃν καλοῦσιν οὐαστήν, παρεγκλίναντες τοὔνομα Ἑλληνικὸν ὑπάρχον εἰς τἀσαφές.
两人都受到了元老院的凯旋式嘉奖,梅内尼乌斯获得了更大、更尊贵的凯旋式,他乘坐在皇家战车上;而波斯图米乌斯则获得了较小、较低等的凯旋式,他们称之为“乌阿斯泰斯”,这名字是把原本的希腊语词汇歪曲得含混不清了。
τὸ γὰρ πρῶτον εὐαστὴς ἀπὸ τοῦ συμβεβηκότος ἐλέγετο, ὡς αὐτός τʼ εἰκάζω καὶ ἐν πολλαῖς εὑρίσκω γραφαῖς ἐπιχωρίοις φερόμενον.
因为起初,由于所发生的事情,它被称为“欧阿斯泰斯”,正如我自己所推测的那样,并且在许多当地的文献中也发现了这样的记载。
§5.47.3τότε δὲ πρῶτον, ὡς Λικίννιος ἱστορεῖ, τοῦτον ἐξευρούσης τὸν θρίαμβον τῆς βουλῆς.
据利基尼乌斯记载,正是元老院首次设计了这种凯旋式。
διαφέρει δὲ θατέρου πρῶτον μέν, ὅτι πεζὸς εἰσέρχεται μετὰ τῆς στρατιᾶς προηγούμενος ὁ τὸν οὐαστὴν κατάγων θρίαμβον, ἀλλʼ οὐκ ἐφʼ ἅρματος ὥσπερ ἐκεῖνος·
它与另一种凯旋式的不同之处首先在于,举办“乌阿斯泰斯”凯旋式的人是率领军队步行入城,而不是像前者那样乘坐战车。
ἔπειθʼ ὅτι οὐ τὴν ποικίλην καὶ χρυσόσημον ἀμφιέννυται στολήν, ᾗ κοσμεῖται ὁ ἕτερος, οὐδὲ τὸν χρυσοῦν ἔχει στέφανον, ἀλλὰ περιπόρφυρον λευκὴν περιβέβληται τήβενναν, τὸ ἐπιχώριον τῶν ὑπάτων τε καὶ στρατηγῶν φόρημα, στέφανον δʼ ἐπίκειται δάφνης, μεμείωται δὲ καὶ τοῦ σκήπτρου τῇ φορήσει παρὰ τὸν ἕτερον,
其次,他并不穿着另一人所装束的五彩金线刺绣华服,也不戴金冠,而是披着一件边缘镶紫边的白托加,这是执政官和将军们的传统服饰;他头上戴着桂冠,并且与另一人相比,他也省去了手持王杖的仪式。
§5.47.4τὰ δʼ ἄλλα πάντα ταὐτὰ ἔχει.
但在其他所有方面,它都具有相同的仪式。
αἴτιον δὲ τῷ ἀνδρὶ τῆς ἐλάττονος τιμῆς ἐγένετο, καίτοι λαμπροτάτῳ πάντων γενομένῳ κατὰ τὴν μάχην, τὸ πρότερον πταῖσμα ἐν τῇ ἐπιδρομῇ μέγα καὶ σὺν αἰσχύνῃ γενόμενον, ἐξ οὗ τῆς τε δυνάμεως πολλοὺς ἀπώλεσε καὶ αὐτὸς ὀλίγου ἐδέησε σὺν τοῖς περιλειφθεῖσιν ἐκ τῆς τροπῆς αἰχμάλωτος γενέσθαι.
这位男子虽然在战斗中表现得比所有人都要辉煌,但他获得较低荣誉的原因,是之前在袭击中遭受的那次可耻的重大失败,在那次失败中他损失了大量兵力,且自己也几乎与溃败中的幸存者一同被俘。