§5.47.1τῇ δʼ ἑξῆς ἡμέρᾳ καύσαντες τοὺς ἑαυτῶν νεκροὺς οἱ ὕπατοι καὶ τὰ σκῦλα συλλέξαντες· ἑάλω δέ τινα καὶ ἀπὸ τῶν ζώντων ῥιπτούντων ἐν τῇ φυγῇ τὰ ὅπλα· ἄνδρας τʼ αἰχμαλώτους ἄγοντες, οὓς ἔλαβον οὐκ ὀλίγους καὶ χρήματα, χωρὶς ὧν οἱ στρατιῶται διήρπασαν· τούτων δὲ διαπραθέντων δημοσίᾳ τὰς κατʼ ἄνδρα γενομένας εἰσφοράς, αἷς ἔστειλαν τοὺς στρατιώτας, ἅπαντες ἐκομίσαντο· ἀπῄεσαν ἐπʼ §5.47.2οἴκου λαμπροτάτην ἀνῃρημένοι νίκην.
On the next day, the consuls, having burned their own dead and collected the spoils—and some were also captured from the living who threw away their weapons in the flight—and leading the captive men whom they took in no small numbers, and the money, apart from what the soldiers plundered; when these were sold publicly, all of them recovered the individual contributions with which they had equipped the soldiers; and they departed for home, having won a most glorious victory.
καὶ θριάμβοις ὑπὸ τῆς βουλῆς ἐκοσμοῦντο ἀμφότεροι, Μενήνιος μὲν τῷ μείζονι καὶ τιμιωτέρῳ, παρεμβεβηκὼς ἐφʼ ἁρματίου δίφρου βασιλικοῦ, Ποστόμιος δὲ τῷ ἐλάσσονι καὶ ὑποδεεστέρῳ, ὃν καλοῦσιν οὐαστήν, παρεγκλίναντες τοὔνομα Ἑλληνικὸν ὑπάρχον εἰς τἀσαφές.
And both were honored with triumphs by the senate: Menenius with the greater and more honorable one, having mounted upon a chariot with a royal seat, and Postumius with the lesser and inferior one, which they call *ouastes*, distorting the name, which is Greek, into obscurity.
τὸ γὰρ πρῶτον εὐαστὴς ἀπὸ τοῦ συμβεβηκότος ἐλέγετο, ὡς αὐτός τʼ εἰκάζω καὶ ἐν πολλαῖς εὑρίσκω γραφαῖς ἐπιχωρίοις φερόμενον.
For at first it was called *euastes* from what happened, as I myself conjecture and find recorded in many local writings.
§5.47.3τότε δὲ πρῶτον, ὡς Λικίννιος ἱστορεῖ, τοῦτον ἐξευρούσης τὸν θρίαμβον τῆς βουλῆς.
At that time, as Licinius relates, the senate first devised this triumph.
διαφέρει δὲ θατέρου πρῶτον μέν, ὅτι πεζὸς εἰσέρχεται μετὰ τῆς στρατιᾶς προηγούμενος ὁ τὸν οὐαστὴν κατάγων θρίαμβον, ἀλλʼ οὐκ ἐφʼ ἅρματος ὥσπερ ἐκεῖνος· ἔπειθʼ ὅτι οὐ τὴν ποικίλην καὶ χρυσόσημον ἀμφιέννυται στολήν, ᾗ κοσμεῖται ὁ ἕτερος, οὐδὲ τὸν χρυσοῦν ἔχει στέφανον, ἀλλὰ περιπόρφυρον λευκὴν περιβέβληται τήβενναν, τὸ ἐπιχώριον τῶν ὑπάτων τε καὶ στρατηγῶν φόρημα, στέφανον δʼ ἐπίκειται δάφνης, μεμείωται δὲ καὶ τοῦ σκήπτρου τῇ φορήσει παρὰ τὸν ἕτερον, §5.47.4τὰ δʼ ἄλλα πάντα ταὐτὰ ἔχει.
¦954 And it differs from the other, first because the one who celebrates the *ouastes* triumph enters leading the army on foot, and not on a chariot like the former; second, because he does not put on the embroidered and gold-embroidered robe with which the other is adorned, nor does he have the golden crown, but is clad in a white toga with a purple border, the traditional dress of both consuls and generals, and wears a crown of laurel, and is also deprived of the carrying of the scepter, unlike the other, but in all other respects it has the same things.
αἴτιον δὲ τῷ ἀνδρὶ τῆς ἐλάττονος τιμῆς ἐγένετο, καίτοι λαμπροτάτῳ πάντων γενομένῳ κατὰ τὴν μάχην, τὸ πρότερον πταῖσμα ἐν τῇ ἐπιδρομῇ μέγα καὶ σὺν αἰσχύνῃ γενόμενον, ἐξ οὗ τῆς τε δυνάμεως πολλοὺς ἀπώλεσε καὶ αὐτὸς ὀλίγου ἐδέησε σὺν τοῖς περιλειφθεῖσιν ἐκ τῆς τροπῆς αἰχμάλωτος γενέσθαι.
And the cause of the lesser honor for the man, although he had been the most brilliant of all during the battle, was his former great and shameful defeat during the incursion, as a result of which he lost many of his force, and himself narrowly escaped being taken prisoner along with those who survived the rout.