Humanitext Reader

哈利卡纳苏斯的狄奥尼修斯 · 罗马古事记 §5.46.1-5.46.5

投枪燃火的吉兆与击溃萨宾军

第 375 段,共 962 段 · 希腊语

内容简介

罗马军在面对萨宾人大军时起初感到畏惧,但在目睹投枪尖端燃起火焰的奇迹后确立了胜利的信心,并在激战后击败敌军,占领了其营地。

§5.46.1ὡς δὲ συνεῖδον ἀμφότεροι τὰ τῶν πολεμίων πράγματα, τῷ τε μεγέθει τῶν στρατοπέδων εἰκάσαντες καὶ παρʼ αἰχμαλώτων ἀκούσαντες, τοῖς μὲν Σαβίνοις θάρσος παρέστη καὶ καταφρόνησις τῆς τῶν πολεμίων ὀλιγότητος, τοῖς δὲ Ῥωμαίοις δέος πρὸς τὸ τῶν ἀντιπολεμούντων πλῆθος·
当双方都察觉到敌人的情况,通过营地的大小进行推测并从俘虏口中听说后,萨宾人便产生了勇气以及对敌人人数稀少的轻蔑,而罗马人面对众多的对手则产生了恐惧。
ἐθάρρησαν δὲ καὶ οὐ μικρὰς ἐλπίδας ὑπὲρ τῆς νίκης ἔλαβον ἄλλων τε σημείων γενομένων σφίσι θεοπέμπτων καὶ δὴ καὶ τελευταίου φάσματος, ὅτε παρατάττεσθαι ἔμελλον, τοιοῦδε.
但罗马人振作了精神,对胜利抱有不小的希望,因为神明向他们展示了其他的征兆,尤其是当他们即将排兵布阵时,出现了如下的最后一个幻象。
§5.46.2ἐκ τῶν καταπεπηγμένων παρὰ ταῖς σκηναῖς ὑσσῶν· ἔστι δὲ ταῦτα βέλη Ῥωμαίων, ἃ συνιόντες εἰς χεῖρας ἐξακοντίζουσι, ξύλα προμήκη τε καὶ χειροπλήθη τριῶν οὐχ ἧττον ποδῶν σιδηροῦς ὀβελίσκους ἔχοντα προὔχοντας κατʼ εὐθεῖαν ἐκ θατέρου τῶν ἄκρων, μετρίοις ἀκοντίοις ἴσα σὺν τῷ σιδήρῳ· ἐκ τούτων δὴ τῶν ὑσσῶν περὶ τοῖς ἄκροις τῶν ὀβελίσκων φλόγες ἀνήπτοντο, καὶ διʼ ὅλου τοῦ στρατοπέδου τὸ σέλας ἦν, ὥσπερ ἀπὸ §5.46.3λαμπάδων, καὶ κατέσχε τῆς νυκτὸς ἐπὶ πολύ.
从插在帐篷旁的投枪中——这些是罗马人的 weapons,他们在进行交手战之前将其投掷出去,它们是细长的木杆,粗可盈手,长度不少于三英尺,一端有笔直凸出的铁尖,连同铁尖在内相当于中等强度的标枪——从这些投枪中,在铁尖的顶端周围燃起了火焰,整个营地一片光明,仿佛来自火把一般,并且持续了夜间的大部分时间。
ἐκ τούτου κατέλαβον τοῦ φάσματος, ὥσπερ οἱ τερατοσκόποι ἀπέφαινον καὶ πᾶσιν ἀνθρώποις συμβαλεῖν οὐ χαλεπὸν ἦν, ὅτι νίκην αὐτοῖς ταχεῖαν καὶ λαμπρὰν σημαίνει τὸ δαιμόνιον, ἐπειδήπερ ἅπαν εἴκει τῷ πυρὶ καὶ οὐδὲν ὅ τι οὐχ ὑπὸ τοῦ πυρὸς διαφθείρεται.
从这一幻象中,正如占卜师们所阐明的那样,而且对于所有人来说也不难推测,他们明白神灵正向他们预示着一场迅速而辉煌的胜利,因为万物皆屈服于火,没有什么是不能被火毁灭的。
τοῦτο δʼ ὅτι ἐκ τῶν ἀμυντηρίων αὐτοῖς ὅπλων ἀνήφθη, μετὰ πολλοῦ θάρσους προῄεσαν ἐκ τοῦ χάρακος καὶ συρράξαντες τοῖς Σαβίνοις ἐμάχοντο πολλαπλασίοις ἐλάττους ἐν τῷ θαρρεῖν τὸ πιστὸν ἔχοντες·
由于这火是从他们的防卫武器上燃起的,他们怀着极大的勇气走出营地,与萨宾人交战,虽然人数少了很多倍,却在勇气中抱持着坚定的信心。
καὶ ἡ ἐμπειρία δὲ σὺν τῷ φιλοπόνῳ πολλὴ αὐτοῖς παροῦσα παντὸς ἐπήγετο δεινοῦ καταφρονεῖν.
他们所具有的丰富经验与勤勉相结合,也引导着他们去轻视每一个危险。
§5.46.4πρῶτος μὲν οὖν ὁ Ποστόμιος τὸ εὐώνυμον ἔχων κέρας ἀναλύσασθαι τὴν προτέραν ἧτταν προθυμούμενος τὸ δεξιὸν τῶν πολεμίων ἐξωθεῖ κέρας πρόνοιαν οὐδεμίαν τῆς, ἑαυτοῦ ψυχῆς παρὰ τὸ νικᾶν ποιούμενος, ἀλλʼ ὥσπερ οἱ μεμηνότες καὶ θανατῶντες εἰς μέσους τοὺς πολεμίους ῥιπτῶν ἑαυτόν·
因此,首先是统率左翼的波斯图米乌斯,他急于雪洗先前的败耻,除了胜利之外全然不顾自己的性命,像那些疯狂和寻死的人一样将自己投入敌军之中,击退了敌人的右翼。
ἔπειτα καὶ οἱ σὺν τῷ Μενηνίῳ θάτερον ἔχοντες κέρας κάμνοντες ἤδη καὶ ἐξωθούμενοι τῆς στάσεως, ὡς ἔμαθον, ὅτι νικῶσι τοὺς κατὰ σφᾶς οἱ τοῦ Ποστομίου, θαρρήσαντες εἰς ἀντίπαλα χωροῦσι·
随后,与梅内尼乌斯一同统率另一翼的士兵们,虽然已经疲惫并被挤出阵地,但当他们得知波斯图米乌斯的部下击败了他们面前的敌军时,便鼓起勇气,推进到并驾齐驱的境地。
καὶ γίνεται τῶν κεράτων ἀμφοτέρων τοῖς Σαβίνοις ἐκκλινάντων τροπὴ παντελής.
随着萨宾人的两翼退缩,敌军陷入了彻底的溃败。
§5.46.5οὐδὲ γὰρ οἱ ἐν μέσῃ τῇ φάλαγγι ταχθέντες ἐψιλωμένων τῶν ἄκρων ἔτι παρέμειναν, ἀλλʼ ὑπὸ τῆς ἵππου τῆς Ῥωμαϊκῆς ἐξελαυνούσης κατὰ τέλη βιασθέντες ἀνεστάλησαν.
因为即使是部署在方阵中央的士兵也不再停留,因为两翼已经暴露,而是在按中队冲锋的罗马骑兵的压迫下被击退。
φυγῆς δὲ πάντων γενομένης ἐπὶ τοὺς χάρακας ἀκολουθήσαντες οἱ Ῥωμαῖοι καὶ συνεισπεσόντες ἀμφότερα λαμβάνουσιν αὐτῶν τὰ ἐρύματα.
当所有人都向营地溃逃时,罗马人紧随其后,并与他们一同闯入,夺取了他们的两处要塞。
τοῦ δὲ μὴ πανσυδὶ τὸν τῶν πολεμίων διαφθαρῆναι στρατὸν ἥ τε νὺξ αἰτία ἐγένετο καὶ τὸ ἐν οἰκείᾳ γῇ τὸ πάθος αὐτοῖς συμβῆναι· ῥᾷον γὰρ οἱ φεύγοντες ἐπὶ τὰ σφέτερα ἐσώζοντο διʼ ἐμπειρίαν τῶν τόπων.
敌军没有全军覆没的原因既在于黑夜,也在于这场灾难发生在外出的自国领土上;因为逃跑者由于熟悉地形,更容易安全逃回自己的家园。

词汇与语法注释

  1. 5.46.1ἄλλων τε σημείων γενομένων — 属格独立结构。在语法上,"ἄλλων τε σημείων γενομένων" 与后文的 "τελευταίου φάσματος" 通过 "καὶ δὴ καί" 相并列,后半部分省略了分词 "γενομένου"。该结构表示罗马人鼓起勇气和获得希望的原因。
  2. 950ἐκ τῶν καταπεπηγμένων παρὰ ταῖς σκηναῖς ὑσσῶν — 尽管该介词短语置于 §5.46.2 的句首,但其主动词 "φλόγες ἀνήπτοντο" 在夹杂了对罗马投枪进行定义的冗长插入句("ἔστι δὲ ταῦτα βέλη...")之后才出现。阅读时需注意这种语序上的离隔(hyperbaton),并将该介词短语直接与主动词联系起来。
  3. 951ἐν τῷ θαρρεῖν τὸ πιστὸν ἔχοντες — 前置词 "ἐν" 连同冠词不定式与格 "τῷ θαρρεῖν"(“在勇敢之中”)修饰了名词化形容词 "τὸ πιστόν"(“确信”),表示“将确信的根基寄托于自身的勇气之中”。
  4. 5.46.5τοῦ δὲ μὴ πανσυδὶ τὸν τῶν πολεμίων διαφθαρῆναι στρατὸν — 置于句首的冠词不定式属格,用以表示与后文 "ἥ τε νὺξ αἰτία ἐγένετο..." 相关的结果或对象(“关于敌军没有全军覆没这一事实”)。宾格的 "τὸν τῶν πολεμίων ... στρατόν" 充当该不定式 "διαφθαρῆναι" 的主语。

引用这一段

哈利卡纳苏斯的狄奥尼修斯, 罗马古事记 §5.46.1-5.46.5. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0081.tlg001.humanitext-grc2:5.46.1-5.46.5

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。