Humanitext Reader

ハリカルナッソスのディオニュシオス · ローマ古代誌 §5.45.1-5.45.4

サビニ人の要求拒絶とエレトゥムでの対峙

374 / 962 箇所 · ギリシア語

要旨

サビニ人の傲慢な要求に対し、ローマ人は強硬な条件を突き返して宣戦し、両軍は決戦のためにエレトゥム近郊で対峙した。

§5.45.1Ῥωμαῖοι δʼ ἀγανακτοῦντες ἐπὶ τῇ συμφορᾷ καὶ τὸν ἕτερον τῶν ὑπάτων Ποστόμιον ἐν αἰτίαις ἔχοντες ἔγνωσαν ἁπάσαις δυνάμεσι στρατεύειν κατὰ τάχος ἐπὶ τὴν Σαβίνων γῆν, τήν τε ἧτταν αἰσχρὰν καὶ ἀνέλπιστον γενομένην ἐπανορθῶσαι προθυμούμενοι, καὶ ἐπὶ τῇ νεωστὶ ἀφικομένῃ παρὰ τῶν πολεμίων πρεσβείᾳ πολλὴν ὕβρις ἐχούσῃ καὶ αὐθάδειαν ἀχθόμενοι.
ローマ人たちは、この災難に憤慨し、二人の執政官の一方であるポストゥミウスを非難しつつ、恥ずべきかつ予期せぬものとなった敗北を挽回しようと熱望し、また、敵から最近到着した、多くの不遜と傲慢さを帯びた使節団に憤慨して、全軍をもって速やかにサビニ人の領土へと遠征することを決意した。
§5.45.2ὡς γὰρ δὴ κρατοῦντες ἤδη καὶ δίχα πόνου τὴν Ῥώμην αἱρήσοντες αὐτῶν μὴ βουλομένων τὰ κελευόμενα ποιεῖν, Ταρκυνίοις τε διδόναι τὴν κάθοδον ἐκέλευον καὶ τῆς ἡγεμονίας σφίσι παραχωρεῖν πολιτείαν τε καταστήσασθαι καὶ νόμους, οὓς ἂν οἱ κεκρατηκότες τάξωσιν.
というのも、サビニ人は、あたかもすでに勝利者であり、ローマ人が命じられたことを実行しようとしないなら、労せずしてローマを占領するつもりであるかのように、タルクィニウス一族の帰還を許し、主導権を自分たちに譲り渡し、勝利者が定めるであろう国制と法律を樹立することを命じたからである。
ἀποκρινάμενοι δὲ τοῖς πρεσβευταῖς ἀπαγγέλλειν πρὸς τὸ κοινόν, ὅτι Ῥωμαῖοι κελεύουσι Σαβίνους ὅπλα τʼ ἀποθέσθαι καὶ παραδοῦναι σφίσι τὰς πόλεις ὑπηκόους τʼ εἶναι πάλιν, ὥσπερ πρότερον ἦσαν, ταῦτα δὲ ποιήσαντας ἥκειν τότε περὶ ὧν ἠδίκησαν ἢ κατέβλαψαν αὐτοὺς ἐν ταῖς πρότερον εἰσβολαῖς δεησομένους, εἰ βούλονται τυχεῖν εἰρήνης καὶ φιλίας·
ローマ人たちは使節たちに、彼らの国家に伝えるよう答えた。 「ローマ人はサビニ人に対し、武器を置いて彼らに都市を引き渡し、以前のように再び服従することを命じる。 そしてこれらを実行した上で、もし平和と友好を得たいと望むなら、以前の侵入において自分たちがローマ人を不当に扱ったり損害を与えたりしたことについて懇願するために、その時にやって来るべきである。
ἐὰν δὲ μὴ ποιῶσι τὰ κελευόμενα προσδέχεσθαι τὸν πόλεμον ἥξοντα ἐπὶ τὰς πόλεις αὐτῶν οὐκ εἰς μακράν.
もし命じられたことを実行しないならば、間もなく彼らの都市に戦争がやって来ることを覚悟せよ」と。
§5.45.3τοιαῦτα ἐπιταχθέντες τε καὶ ἐπιτάξαντες ἀλλήλοις, ἐπειδὴ πᾶσιν ἐξηρτύσαντο τοῖς εἰς τὸν ἀγῶνα ἐπιτηδείοις, ἐξῆγον τὰς δυνάμεις, Σαβῖνοί τε τὴν κρατίστην ἐξ ἁπάσης πόλεως νεότητα ὅπλοις ἐκπρεπέσι κεκοσμημένην ἐπαγόμενοι, Ῥωμαῖοί τε πᾶσαν τὴν δύναμιν τήν τε κατὰ πόλιν καὶ τὴν ἐν τοῖς φρουρίοις ἀναλαβόντες, ἱκανοὺς οἰόμενοι τοὺς ὑπὲρ τὴν στρατεύσιμον ἡλικίαν γεγονότας καὶ τὸν οἰκετικὸν ὄχλον τήν τε πόλιν καὶ τὰ ἐπὶ τῆς χώρας ἐρύματα φυλάττειν.
このような要求を互いに突きつけ、また突きつけられた彼らは、戦闘に必要なすべてのものを準備すると、軍勢を動かした。 サビニ人は、すべての都市から選りすぐりの若者たちを、見事な武具で身を包ませて率い、ローマ人は市内の軍勢と砦の軍勢をすべて引き連れた。 兵役年齢を超えた者たちと奴隷の群衆が、市と地方の要塞を守るのに十分であると考えたからである。
§5.45.4καὶ συνελθόντες ὁμόσε τίθενται τοὺς χάρακας ἀμφότεροι μικρὸν ἀπέχοντας ἀλλήλων Ἠρήτου πόλεως, ἣ τοῦ Σαβίνων ἐστὶν ἔθνους, οὐ πρόσω.
そして彼らは近づき、両軍とも、サビニ人の民族に属するエレトゥムの市から遠くない場所に、互いにわずかな距離を置いて陣地を築いた。

語釈・文法注

  1. 5.45.1ἐν αἰτίαις ἔχοντες — 「〜を非難する、〜に罪があるとみなす」を意味する慣用表現「ἐν αἰτίᾳ ἔχω」の複数形(ἐν αἰτίαις ἔχω)。前節でのポストゥミウスの無謀な軍事行動に対する民衆の不満を反映している。
  2. 5.45.2ὡς γὰρ δὴ κρατοῦντες... αἱρήσοντες — 接頭辞 ὡς + 分詞(κρατοῦντες は現在分詞、αἱρήσοντες は未来分詞)の構文。主観的な意図や仮定、あるいは客観的事実に基づかない「まるで〜であるかのように」という敵側の不遜な態度を表す。
  3. 5.45.2αὐτῶν μὴ βουλομένων — 否定辞 μὴ を伴う属格絶対(独立属格)構文。ここでは条件「もし彼ら(ローマ人)が〜を望まないならば」の意味を表す。
  4. 5.45.2δεησομένους — 未来能動態分詞の複数対格。動詞 ἥκειν(不定詞)の論理的主語(サビニ人たち)にかかり、目的「〜を懇願するために」を表す。
  5. 5.45.3τοιαῦτα ἐπιταχθέντες τε καὶ ἐπιτάξαντες ἀλλήλοις — 受動分詞(ἐπιταχθέντες:〜を命じられて、要求されて)と能動分詞(ἐπιτάξαντες:〜を命じて、要求して)の対比。両者が互いに条件を課し合い、妥協のない状態にあることを示す。

この箇所を引用する

ハリカルナッソスのディオニュシオス, ローマ古代誌 §5.45.1-5.45.4. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0081.tlg001.humanitext-grc2:5.45.1-5.45.4

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。