§5.46.1ὡς δὲ συνεῖδον ἀμφότεροι τὰ τῶν πολεμίων πράγματα, τῷ τε μεγέθει τῶν στρατοπέδων εἰκάσαντες καὶ παρʼ αἰχμαλώτων ἀκούσαντες, τοῖς μὲν Σαβίνοις θάρσος παρέστη καὶ καταφρόνησις τῆς τῶν πολεμίων ὀλιγότητος, τοῖς δὲ Ῥωμαίοις δέος πρὸς τὸ τῶν ἀντιπολεμούντων πλῆθος·
When both sides perceived the situation of the enemy, estimating it by the size of the camps and hearing of it from prisoners, courage and contempt for the small numbers of the enemy came to the Sabines, and fear to the Romans in the face of the multitude of their opponents.
ἐθάρρησαν δὲ καὶ οὐ μικρὰς ἐλπίδας ὑπὲρ τῆς νίκης ἔλαβον ἄλλων τε σημείων γενομένων σφίσι θεοπέμπτων καὶ δὴ καὶ τελευταίου φάσματος, ὅτε παρατάττεσθαι ἔμελλον, τοιοῦδε. §5.46.2ἐκ τῶν καταπεπηγμένων παρὰ ταῖς σκηναῖς ὑσσῶν· ἔστι δὲ ταῦτα βέλη Ῥωμαίων, ἃ συνιόντες εἰς χεῖρας ἐξακοντίζουσι, ξύλα προμήκη τε καὶ χειροπλήθη τριῶν οὐχ ἧττον ποδῶν σιδηροῦς ὀβελίσκους ἔχοντα προὔχοντας κατʼ εὐθεῖαν ἐκ θατέρου τῶν ἄκρων, μετρίοις ἀκοντίοις ἴσα σὺν τῷ σιδήρῳ· ἐκ τούτων δὴ τῶν ὑσσῶν περὶ τοῖς ἄκροις τῶν ὀβελίσκων φλόγες ἀνήπτοντο, καὶ διʼ ὅλου τοῦ στρατοπέδου τὸ σέλας ἦν, ὥσπερ ἀπὸ
But the Romans took heart and conceived no small hopes of victory, other signs having been sent to them by the gods, and especially a final apparition, when they were about to draw up for battle, of the following kind: From the javelins fixed in the ground near the tents—now these are Roman weapons, which they hurl when coming to close quarters, being long shafts of wood, a hand's breadth in thickness, not less than three feet long, having iron points projecting straight from one of the ends, equal to moderate javelins when including the iron—from these javelins, then, around the tips of the iron points, flames blazed up, and there was a brightness throughout the entire camp, as if from torches, and it lasted for a great part of the night.
§5.46.3λαμπάδων, καὶ κατέσχε τῆς νυκτὸς ἐπὶ πολύ. ἐκ τούτου κατέλαβον τοῦ φάσματος, ὥσπερ οἱ τερατοσκόποι ἀπέφαινον καὶ πᾶσιν ἀνθρώποις συμβαλεῖν οὐ χαλεπὸν ἦν, ὅτι νίκην αὐτοῖς ταχεῖαν καὶ λαμπρὰν σημαίνει τὸ δαιμόνιον, ἐπειδήπερ ἅπαν εἴκει τῷ πυρὶ καὶ οὐδὲν ὅ τι οὐχ ὑπὸ τοῦ πυρὸς διαφθείρεται.
From this apparition they understood, as the soothsayers declared and indeed was not difficult for all men to conjecture, that the deity was signifying a swift and glorious victory for them, since everything yields to fire and there is nothing that is not destroyed by fire.
τοῦτο δʼ ὅτι ἐκ τῶν ἀμυντηρίων αὐτοῖς ὅπλων ἀνήφθη, μετὰ πολλοῦ θάρσους προῄεσαν ἐκ τοῦ χάρακος καὶ συρράξαντες τοῖς Σαβίνοις ἐμάχοντο πολλαπλασίοις ἐλάττους ἐν τῷ θαρρεῖν τὸ πιστὸν ἔχοντες· καὶ ἡ ἐμπειρία δὲ σὺν τῷ φιλοπόνῳ πολλὴ αὐτοῖς παροῦσα παντὸς ἐπήγετο δεινοῦ καταφρονεῖν.
Because this had blazed up from their defensive weapons, they advanced from the camp with great courage and, clashing with the Sabines, they fought, though many times fewer, having their confidence in their courage; and their great experience combined with their industriousness, which was present in them, led them to despise every danger.
§5.46.4πρῶτος μὲν οὖν ὁ Ποστόμιος τὸ εὐώνυμον ἔχων κέρας ἀναλύσασθαι τὴν προτέραν ἧτταν προθυμούμενος τὸ δεξιὸν τῶν πολεμίων ἐξωθεῖ κέρας πρόνοιαν οὐδεμίαν τῆς, ἑαυτοῦ ψυχῆς παρὰ τὸ νικᾶν ποιούμενος, ἀλλʼ ὥσπερ οἱ μεμηνότες καὶ θανατῶντες εἰς μέσους τοὺς πολεμίους ῥιπτῶν ἑαυτόν· ἔπειτα καὶ οἱ σὺν τῷ Μενηνίῳ θάτερον ἔχοντες κέρας κάμνοντες ἤδη καὶ ἐξωθούμενοι τῆς στάσεως, ὡς ἔμαθον, ὅτι νικῶσι τοὺς κατὰ σφᾶς οἱ τοῦ Ποστομίου, θαρρήσαντες εἰς ἀντίπαλα χωροῦσι· καὶ γίνεται τῶν κεράτων ἀμφοτέρων τοῖς Σαβίνοις ἐκκλινάντων τροπὴ παντελής.
First, therefore, Postumius, who held the left wing, being eager to retrieve the former defeat, pushed back the right wing of the enemy, making no account of his own life in comparison with victory, but throwing himself into the midst of the enemy like those who are mad and seek death; then those also who held the other wing with Menenius, though already fatigued and being pushed from their position, when they learned that the men of Postumius were conquering those in front of them, took heart and advanced to an equal footing; and there occurred a complete rout of the Sabines, both their wings giving way.
§5.46.5οὐδὲ γὰρ οἱ ἐν μέσῃ τῇ φάλαγγι ταχθέντες ἐψιλωμένων τῶν ἄκρων ἔτι παρέμειναν, ἀλλʼ ὑπὸ τῆς ἵππου τῆς Ῥωμαϊκῆς ἐξελαυνούσης κατὰ τέλη βιασθέντες ἀνεστάλησαν.
For not even those stationed in the center of the phalanx remained any longer, since the wings were laid bare, but being forced back by the Roman cavalry charging by squadrons, they were repulsed.
φυγῆς δὲ πάντων γενομένης ἐπὶ τοὺς χάρακας ἀκολουθήσαντες οἱ Ῥωμαῖοι καὶ συνεισπεσόντες ἀμφότερα λαμβάνουσιν αὐτῶν τὰ ἐρύματα.
When a general flight to the camps took place, the Romans followed and, bursting in with them, captured both of their fortifications.
τοῦ δὲ μὴ πανσυδὶ τὸν τῶν πολεμίων διαφθαρῆναι στρατὸν ἥ τε νὺξ αἰτία ἐγένετο καὶ τὸ ἐν οἰκείᾳ γῇ τὸ πάθος αὐτοῖς συμβῆναι· ῥᾷον γὰρ οἱ φεύγοντες ἐπὶ τὰ σφέτερα ἐσώζοντο διʼ ἐμπειρίαν τῶν τόπων.
The cause of the enemy's army not being completely destroyed was both the night and the fact that the disaster occurred to them in their own land; for the fugitives saved themselves more easily to their own homes through their knowledge of the places.