§5.41.1ἐπεὶ δὲ παρεσκεύαστο ἅπαντα ἀμφοτέροις, πρῶτον μὲν ἐξῆγον οἱ Σαβῖνοι τὰς δυνάμεις καὶ ποιοῦνται δύο παρεμβολὰς μίαν μὲν ὕπαιθρον οὐ πρόσω Φιδήνης, ἑτέραν δʼ ἐν αὐτῇ Φιδήνῃ φυλακῆς τε τῶν ἔνδον ἕνεκα καὶ καταφυγῆς τῶν ἔξω στρατοπεδευόντων, ἄν τι γένηται πταῖσμα περὶ αὐτούς.
両者においてすべての準備が整うと、まずサビニ人が軍勢を率い出し、二つの陣営を設けた。 一つはフィデナエから遠くない野天の陣地であり、もう一つは、内部の警備のため、また外で陣を敷いている者たちに何らかの敗折が生じた場合に避難所とするため、フィデナエの市そのものの中に設けられた。
ἔπειτα οἱ τῶν Ῥωμαίων ὕπατοι μαθόντες τὴν τῶν Σαβίνων ἐπὶ σφᾶς ἔλασιν καὶ αὐτοὶ πάντας ἄγοντες τοὺς ἐν ἀκμῇ στρατοπεδεύονται χωρὶς ἀλλήλων, Οὐαλέριος μὲν ἀγχοῦ τῆς ὑπαίθρου τῶν Σαβίνων παρεμβολῆς, Λουκρήτιος §5.41.2δʼ ὀλίγον ἄπωθεν ἐπʼ ὄχθου τινός, ὅθεν ἦν ὁ ἕτερος χάραξ καταφανής.
次いでローマの執政官たちは、サビニ人が自分たちに向かって進軍してきていることを知ると、彼ら自身も兵役に適したすべての者を率いて、互いに離れて陣を敷いた。 ウァレリウスはサビニ人の野天の陣営の近くに、ルクレティウスはそこからもう一方の陣地がはっきりと見える、少し離れたある丘の上に陣取った。
ἡ μὲν οὖν τῶν Ῥωμαίων ὑπόληψις ἦν, ὡς ἐν ἀγῶνι φανερῷ τοῦ πολέμου ταχείαν ἕξοντος τὴν κρίσιν, ὁ δὲ τῶν Σαβίνων στρατηγὸς ὀρρωδῶν ἐκ τοῦ φανεροῦ συμφέρεσθαι πρὸς εὐτολμίαν τε καὶ καρτερίαν ἀνθρώπων ἅπαντα τὰ δεινὰ ὑπομένειν ἑτοίμων νύκτωρ ἐπιχειρεῖν αὐτοῖς ἔγνω·
ローマ人の予想では、この戦争は正々堂々たる戦いにおいて速やかな決着を見るであろうというものであったが、サビニ人の将軍は、あらゆる困難に耐え忍ぶ覚悟のある、勇敢さと忍耐力を備えた人々と正面から衝突することを恐れて、夜間に彼らを襲撃することを決意した。
§5.41.3καὶ παρασκευασάμενος τάφρου τε χώσει καὶ χάρακος ἐπιβάσει ἃ πρόσφορα εἶναι ἔμελλεν, ἐπειδὴ πάντα ἐγένετο τὰ πρὸς τὸν ἀγῶνα εὐτρεπῆ, μετὰ τὸν πρῶτον ὕπνον ἀναστήσας τὸ κράτιστον τοῦ στρατοῦ μέρος ἄξειν ἐπὶ τὸ τῶν Ῥωμαίων ἔμελλεν ἔρυμα, τοῖς τʼ ἐν Φιδήνῃ κατεστρατοπεδευκόσι παρήγγειλεν, ἐπειδὰν ἐξεληλυθότας αἴσθωνται τοὺς σφετέρους ἐξιέναι καὶ αὐτοὺς ἐκ τῆς πόλεως κούφῃ ἐσταλμένους ὁπλίσει·
そして、堀を埋めることや杭垣を乗り越えるために役立ちそうなものを準備し、戦いのためのすべての準備が整うと、最初の眠りの後に軍の最も精鋭な部分を呼び起こし、ローマ人の防壁へと率いて行こうとした。 そしてフィデナエに駐屯している者たちには、自分たちの軍が出発したのを察知したならば、彼ら自身も軽装の装備を整えて市から出撃するよう命じた。
ἔπειτα λοχήσαντας ἐν χωρίοις ἐπιτηδείοις ἐκέλευσεν, εἴ τινες ἐπίκουροι τοῖς περὶ τὸν Οὐαλέριον ἐκ τῆς ἑτέρας στρατιᾶς ἐπίοιεν, ἀναστάντας καὶ κατὰ νώτου γενομένους σὺν βοῇ τε καὶ πατάγῳ πολλῷ χωρεῖν ἐπʼ αὐτούς.
さらに、適当な場所に伏兵を配置した上で、もしもう一方の軍勢からウァレリウスの周りにいる者たちへと何らかの増援が向かうならば、立ち上がってその背後に回り、大声と多大なる騒音を立てて彼らに襲いかかるようにと命じた。
§5.41.4ὁ μὲν δὴ Σέξτος ταῦτα βουλευσάμενος καὶ τοῖς λοχαγοῖς φράσας, ἐπειδὴ κἀκείνοις ἦν βουλομένοις, περιέμεινε τὸν καιρόν·
セクストゥスはこのように計画し、また百人隊長たちに告げたが、彼らもまたそれを望んでいたので、時機を待った。
αὐτόμολος δέ τις ἐλθὼν εἰς τὸν χάρακα τῶν Ῥωμαίων μηνύει τὴν διάνοιαν αὐτοῦ πρὸς τὸν ὕπατον, καὶ μετʼ οὐ πολὺ τῶν ἱππέων τινὲς ἧκον ἄγοντες αἰχμαλώτους τῶν Σαβίνων, οὓς ἐπὶ ξυλισμὸν ἐξεληλυθότας συνέλαβον.
しかし、一人の脱走兵がローマ人の陣営にやって来て、彼の企てを執政官に告げた。 そして間もなく、何人かの騎兵が、薪拾いに出かけていたところを捕らえたサビニ人の捕虜たちを連れて帰ってきた。
οὗτοι χωρὶς ἀλλήλων ἀνακρινόμενοι, τί παρασκευάζεται·
彼らは互いに引き離されて、自分たちの将軍が何をしようと準備しているのかを尋問されると、次のように述べた。
πράττειν σφῶν ὁ στρατηγός, λέγουσιν, ὅτι κλίμακας τεκταίνεται καὶ διαβάθρας·
「はしごや渡し板を製作しています。
ὅπου δʼ αὐταῖς καὶ ὁπότε μέλλοι χρῆσθαι, οὐκ ἔφασαν εἰδέναι.
しかし、それらをどこでいつ使うつもりなのかは知らない」と。
§5.41.5ταῦτα μαθὼν ὁ Οὐαλέριος ἀποστέλλει τὸν πρεσβευτὴν Λάρκιον εἰς τὸν ἕτερον χάρακα τήν τε διάνοιαν τῶν πολεμίων ἀπαγγελοῦντα τῷ κατέχοντι τὴν παρεμβολὴν ἐκείνην Λουκρητίῳ, καὶ τίνα χρὴ τρόπον ἐπιχειρεῖν τοῖς πολεμίοις ὑποθησόμενον·
これを知ったウァレリウスは、使節ラルキウスをもう一方の陣営へと派遣した。 それは、敵の企てをその陣営を保持しているルクレティウスに報告させ、また、どのように敵に対処すべきかを提案させるためであった。
αὐτὸς δὲ τοὺς ταξιάρχους καὶ λοχαγοὺς καλέσας καὶ φράσας ὅσα τοῦ τʼ αὐτομόλου καὶ τῶν αἰχμαλώτων ἤκουσε καὶ παρακαλέσας ἄνδρας ἀγαθοὺς εἶναι καιρὸν εἰληφέναι νομίσαντας εὐχῆς ἄξιον, ἐν ᾧ δίκας λήψονται παρὰ τῶν ἐχθρῶν καλάς, ἅ τε δέοι πράττειν ἑκάστοις ὑποθέμενος καὶ τὸ σύνθημα δοὺς ἀπέλυσεν ἐπὶ τὰς τάξεις.
彼自身は、兵站長たちや百人隊長たちを招集し、脱走兵や捕虜たちから聞いたことを告げ、敵から見事な報復を下すことのできる、祈り求めるに値する好機を手に入れたと考えて勇気を示すよう彼らを励まし、それぞれがなすべきことを指示して合言葉を与えた後、各部隊へと帰らせた。