Humanitext Reader

哈利卡纳苏斯的狄奥尼修斯 · 罗马古事记 §5.41.1-5.41.5

萨宾军的夜袭阴谋与向瓦莱里乌斯的泄密

第 370 段,共 962 段 · 希腊语

内容简介

在萨宾与罗马两军安营对峙之际,萨宾将领塞克斯图斯企图发动夜袭,但其阴谋因逃兵和俘虏的供词而泄露给罗马执政官瓦莱里乌斯。

§5.41.1ἐπεὶ δὲ παρεσκεύαστο ἅπαντα ἀμφοτέροις, πρῶτον μὲν ἐξῆγον οἱ Σαβῖνοι τὰς δυνάμεις καὶ ποιοῦνται δύο παρεμβολὰς μίαν μὲν ὕπαιθρον οὐ πρόσω Φιδήνης, ἑτέραν δʼ ἐν αὐτῇ Φιδήνῃ φυλακῆς τε τῶν ἔνδον ἕνεκα καὶ καταφυγῆς τῶν ἔξω στρατοπεδευόντων, ἄν τι γένηται πταῖσμα περὶ αὐτούς.
当双方都做好了所有准备后,首先是萨宾人率军出击,并建立了两个营地:一个在离菲德奈不远的野外,另一个在菲德奈城内,这既是为了防守城内,也是为了给在城外扎营的人在遭遇任何挫折时提供退路。
ἔπειτα οἱ τῶν Ῥωμαίων ὕπατοι μαθόντες τὴν τῶν Σαβίνων ἐπὶ σφᾶς ἔλασιν καὶ αὐτοὶ πάντας ἄγοντες τοὺς ἐν ἀκμῇ στρατοπεδεύονται χωρὶς ἀλλήλων, Οὐαλέριος μὲν ἀγχοῦ τῆς ὑπαίθρου τῶν Σαβίνων παρεμβολῆς, Λουκρήτιος
随后,罗马执政官们得知萨宾人正向他们进军,他们自己也率领所有适龄服役的人,彼此分开扎营。
§5.41.2δʼ ὀλίγον ἄπωθεν ἐπʼ ὄχθου τινός, ὅθεν ἦν ὁ ἕτερος χάραξ καταφανής.
瓦莱里乌斯在靠近萨宾人野外营地的地方扎营,而卢克雷蒂乌斯则在稍远处的某个山丘上扎营,从那里可以清楚地望见另一个阵地。
ἡ μὲν οὖν τῶν Ῥωμαίων ὑπόληψις ἦν, ὡς ἐν ἀγῶνι φανερῷ τοῦ πολέμου ταχείαν ἕξοντος τὴν κρίσιν, ὁ δὲ τῶν Σαβίνων στρατηγὸς ὀρρωδῶν ἐκ τοῦ φανεροῦ συμφέρεσθαι πρὸς εὐτολμίαν τε καὶ καρτερίαν ἀνθρώπων ἅπαντα τὰ δεινὰ ὑπομένειν ἑτοίμων νύκτωρ ἐπιχειρεῖν αὐτοῖς ἔγνω·
罗马人的预测是,这场战争将在公开的战斗中迅速见出分晓;然而萨宾人的将军因害怕与那些准备为了勇敢和坚韧而承受一切危险的人公开交锋,遂决定在夜间袭击他们。
§5.41.3καὶ παρασκευασάμενος τάφρου τε χώσει καὶ χάρακος ἐπιβάσει ἃ πρόσφορα εἶναι ἔμελλεν, ἐπειδὴ πάντα ἐγένετο τὰ πρὸς τὸν ἀγῶνα εὐτρεπῆ, μετὰ τὸν πρῶτον ὕπνον ἀναστήσας τὸ κράτιστον τοῦ στρατοῦ μέρος ἄξειν ἐπὶ τὸ τῶν Ῥωμαίων ἔμελλεν ἔρυμα, τοῖς τʼ ἐν Φιδήνῃ κατεστρατοπεδευκόσι παρήγγειλεν, ἐπειδὰν ἐξεληλυθότας αἴσθωνται τοὺς σφετέρους ἐξιέναι καὶ αὐτοὺς ἐκ τῆς πόλεως κούφῃ ἐσταλμένους ὁπλίσει·
在准备好了看来有利于填平战壕和攀越营垒的工具后,当战斗的一切都准备就绪时,他在第一觉之后唤醒了军队中最精锐的部分,准备带领他们前往罗马人的防御工事;同时,他命令驻扎在菲德奈的人,一旦察觉到自己人已经出发,他们自己也要装备轻兵器从城中出击。
ἔπειτα λοχήσαντας ἐν χωρίοις ἐπιτηδείοις ἐκέλευσεν, εἴ τινες ἐπίκουροι τοῖς περὶ τὸν Οὐαλέριον ἐκ τῆς ἑτέρας στρατιᾶς ἐπίοιεν, ἀναστάντας καὶ κατὰ νώτου γενομένους σὺν βοῇ τε καὶ πατάγῳ πολλῷ χωρεῖν ἐπʼ αὐτούς.
接着,他命令他们在合适的地点设下埋伏,如果另一支军队有任何援兵前来支援瓦莱里乌斯周围的人,他们便起身绕到其后方,在大声喧哗和巨大的嘈杂声中向他们发起进攻。
§5.41.4ὁ μὲν δὴ Σέξτος ταῦτα βουλευσάμενος καὶ τοῖς λοχαγοῖς φράσας, ἐπειδὴ κἀκείνοις ἦν βουλομένοις, περιέμεινε τὸν καιρόν·
塞克斯图斯做出了这些计划并告知了百夫长们,由于他们也赞同这一计划,他便等待着时机。
αὐτόμολος δέ τις ἐλθὼν εἰς τὸν χάρακα τῶν Ῥωμαίων μηνύει τὴν διάνοιαν αὐτοῦ πρὸς τὸν ὕπατον, καὶ μετʼ οὐ πολὺ τῶν ἱππέων τινὲς ἧκον ἄγοντες αἰχμαλώτους τῶν Σαβίνων, οὓς ἐπὶ ξυλισμὸν ἐξεληλυθότας συνέλαβον.
然而,一名逃兵来到罗马人的营地,向执政官告发了他的企图;不久之后,一些骑兵带回了他们在外出拾柴时抓获的萨宾人俘虏。
οὗτοι χωρὶς ἀλλήλων ἀνακρινόμενοι, τί παρασκευάζεται· πράττειν σφῶν ὁ στρατηγός, λέγουσιν, ὅτι κλίμακας τεκταίνεται καὶ διαβάθρας· ὅπου δʼ αὐταῖς καὶ ὁπότε μέλλοι χρῆσθαι, οὐκ ἔφασαν εἰδέναι.
这些人被分开审讯,当被问及他们的将军正准备做什么时,他们说他正在制作梯子和渡板,但他们说不知道他打算在何处以及何时使用它们。
§5.41.5ταῦτα μαθὼν ὁ Οὐαλέριος ἀποστέλλει τὸν πρεσβευτὴν Λάρκιον εἰς τὸν ἕτερον χάρακα τήν τε διάνοιαν τῶν πολεμίων ἀπαγγελοῦντα τῷ κατέχοντι τὴν παρεμβολὴν ἐκείνην Λουκρητίῳ, καὶ τίνα χρὴ τρόπον ἐπιχειρεῖν τοῖς πολεμίοις ὑποθησόμενον·
瓦莱里乌斯得知这些情况后,派遣副将拉尔基乌斯前往另一个营地,向据守该营地的卢克雷蒂乌斯报告敌人的企图,并向他建议应当以何种方式袭击敌人。
αὐτὸς δὲ τοὺς ταξιάρχους καὶ λοχαγοὺς καλέσας καὶ φράσας ὅσα τοῦ τʼ αὐτομόλου καὶ τῶν αἰχμαλώτων ἤκουσε καὶ παρακαλέσας ἄνδρας ἀγαθοὺς εἶναι καιρὸν εἰληφέναι νομίσαντας εὐχῆς ἄξιον, ἐν ᾧ δίκας λήψονται παρὰ τῶν ἐχθρῶν καλάς, ἅ τε δέοι πράττειν ἑκάστοις ὑποθέμενος καὶ τὸ σύνθημα δοὺς ἀπέλυσεν ἐπὶ τὰς τάξεις.
他自己则召集了军团长和百夫长们,告知他们从逃兵和俘虏那里听到的一切,并勉励他们要作勇士,认为他们已经得到了一个值得祈求的良机,在此良机中他们将从敌人那里获得漂亮的复仇。 在向每个人交代了应当做的事情并给予了口令之后,他让他们回到了各自的部防。

词汇与语法注释

  1. p.v.2p.198τοῦ πολέμου ταχείαν ἕξοντος τὴν κρίσιν — 由 ὡς 引导的属格独立结构,表示主观的预期或想法。其在句中起到了类似于同格从句的作用,用于具体解释名词 ὑπόληψις(预期、想法)的内容。
  2. 940ἐκείνοις ἦν βουλομένοις — 由利益与格(ἐκείνοις)、系动词(ἦν)以及表示意愿的与格分词(βουλομένοις)结合而成的古典希腊语特有惯用结构,意为“这也是他们所期望的”或“他们也十分乐意”。

引用这一段

哈利卡纳苏斯的狄奥尼修斯, 罗马古事记 §5.41.1-5.41.5. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0081.tlg001.humanitext-grc2:5.41.1-5.41.5

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。