Humanitext Reader

ハリカルナッソスのディオニュシオス · ローマ古代誌 §5.42.1-5.42.4

サビニ軍の夜襲失敗と陣営の陥落

371 / 962 箇所 · ギリシア語

要旨

サビニ軍は夜襲を決行するが、警戒していたローマ軍に堀と杭垣の間で待ち伏せされ大敗を喫する。サビニ側は多数の死傷者を出し、陣地も同日のうちに攻略される。

§5.42.1οὔπω μέσαι νύκτες ἦσαν, καὶ ὁ τῶν Σαβίνων ἡγεμὼν ἀναστήσας τοῦ στρατοῦ τὸ κράτιστον μέρος ἦγεν ἐπὶ τὸν χάρακα σιωπᾶν ἅπασι παραγγείλας καὶ μὴ ποιεῖν ψόφον τῶν ὅπλων, ἵνα μὴ γνοῖεν ἥκοντας αὐτοὺς οἱ πολέμιοι, πρὶν ἐπὶ τῷ ἐρύματι γένωνται.
まだ真夜中にはなっていなかったが、サビニ人の将軍は軍の最も精鋭な部分を呼び起こし、敵が防壁に達する前に自分たちの来襲を察知しないよう、全員に静粛にするよう命じ、武器の音を立てないようにして、彼らを陣営へと率いて行った。
ὡς δὲ πλησίον ἐγένοντο τοῦ χάρακος οἱ πρῶτοι πορευόμενοι καὶ οὔτε φέγγη λαμπτήρων ἑώρων οὔτε φωνὰς φυλάκων κατήκουον, πολλὴν μωρίαν τῶν Ῥωμαίων καταγνόντες ὡς ἀφεικότων ἐρήμους τὰς φυλακὰς καὶ ἐντὸς χάρακος καθευδόντων, ἐνεπίμπλασαν ὕλης τὰς τάφρους κατὰ πολλὰ μέρη καὶ διέβαινον οὐδενὸς σφίσιν ἐμποδὼν γινομένου.
進軍の先頭の者たちが陣地の近くに達したとき、松明の光も見えず、番兵の声も聞こえなかったので、ローマ人たちが番兵を置かずに放置し、陣内で眠っているのだと大いに侮り、多くの場所で堀に柴を投げ入れて満たし、誰も邪魔するものがない中で渡って行った。
§5.42.2παρεκάθηντο δὲ μεταξὺ τῶν τάφρων καὶ τῶν περισταυρωμάτων οἱ Ῥωμαῖοι κατὰ σπείρας ἀφανεῖς διὰ τὸ σκότος, καὶ τοὺς διαβαίνοντας αὐτῶν, ὅτε γένοιντο ἐν χερσίν, ἐφόνευον.
しかし、ローマ人たちは堀と杭垣の間に、暗闇で見えないように中隊ごとに潜んでおり、彼らのうち渡ってくる者たちを、白兵戦の距離に達するやいなや殺害した。
μέχρι μὲν οὖν τινος ἐλάνθανε τοὺς ὑστέρους προσιόντας ὁ τῶν προηγουμένων ὄλεθρος·
それゆえ、しばらくの間は、後から進んでくる者たちには先頭の者たちの死は気づかれずにいた。
ἐπεὶ δὲ φῶς ἐγένετο σελήνης ἀνισχούσης οἱ πλησιάζοντες τῇ τάφρῳ σωρούς θʼ ὁρῶντες οἰκείων νεκρῶν παρʼ αὐτῇ καὶ στίφη πολεμίων καρτερὰ ὁμόσε χωροῦντα, ῥίψαντες τὰ §5.42.3ὅπλα τρέπονται πρὸς φυγήν.
しかし、月が昇って光が差すと、堀に近づいていた者たちは、その傍らに味方の死体の山を見、また自分たちに向かって進んでくる敵の強力な部隊を見て、武器を投げ捨てて退却に転じた。
οἱ δὲ Ῥωμαῖοι μέγα ἀναβοήσαντες· ἦν δὲ τοῦτο σύνθημα τοῖς ἐπὶ τῆς ἑτέρας παρεμβολῆς· ἐκτρέχουσιν ἐπʼ αὐτοὺς ἅπαντες ἀθρόοι.
他方ローマ人たちは大声を上げ、――これはもう一方の陣営にいる者たちへの合図であったが、――全員が一丸となって彼らに向かって突撃した。
καὶ ὁ Λουκρήτιος ὡς ἤκουσε τῆς κραυγῆς τοὺς ἱππεῖς προαποστείλας διερευνησομένους, μή τις ἐγκάθηται πολεμίων λόχος, ὀλίγον ὕστερον ἠκολούθει τοὺς ἀκμαιοτάτους τῶν πεζῶν ἐπαγόμενος.
そしてルクレティウスは、その叫び声を聞くと、敵の伏兵が潜んでいないかを偵察させるためにあらかじめ騎兵を派遣した上で、少し遅れて歩兵の最も精鋭な者たちを率いて後に続いた。
§5.42.4καὶ κατὰ τὸν αὐτὸν χρόνον οἵ θʼ ἱππεῖς τοῖς ἐκ τῆς Φιδήνης λοχῶσι περιτυχόντες τρέπουσιν εἰς φυγὴν καὶ οἱ πεζοὶ τοὺς ἐπὶ τὴν παρεμβολὴν σφῶν ἀφικομένους κτείνοντες ἐδίωκον οὔτε ὅπλα οὔτε κόσμον σώζοντας.
そして同時に、騎兵たちはフィデナエから来て待ち伏せていた者たちに遭遇して彼らを敗走させ、歩兵たちも、自分たちの陣営にやって来た者たちを殺害しながら追撃した。 彼らは武器も隊列も維持できずにいた。
ἐν ταύταις ταῖς μάχαις Σαβίνων τε καὶ τῶν συμμάχων ἀπέθανον μὲν ἀμφὶ τοὺς μυρίους καὶ τρισχιλίους καὶ πεντακοσίους, αἰχμάλωτοι δʼ ἐλήφθησαν τετρακισχίλιοι καὶ διακόσιοι·
これらの戦闘において、サビニ人とその同盟者のうち、約一万三千五百人が戦死し、四千二百人が捕虜となった。
καὶ ὁ μὲν χάραξ αὐθημερὸν ἑάλω.
そして、その陣地は同日のうちに攻略された。

語釈・文法注

  1. 941οὔπω μέσαι νύκτες ἦσαν, καὶ ὁ τῶν Σαβίνων ἡγεμὼν... — 文頭の οὔπω... ἦσαν(まだ真夜中ではなかった)の後に配位接続詞 καί が続く構成は、ラテン語の cum inversum(逆転の cum)に類似した時間関係を表し、「まだ真夜中ではなかったが、その時〜した」という劇的な展開を示す。
  2. p.v.2p.200πολλὴν μωρίαν τῶν Ῥωμαίων καταγνόντες ὡς ἀφεικότων ἐρήμους τὰς φυλακὰς — 動詞 καταγνόντες (καταγιγνώσκω) は「非難する、侮る」を意味し、対格 (πολλὴν μωρίαν) と属格 (τῶν Ῥωμαίων) を伴う。それに続く ὡς + 属格独立分詞 (ἀφεικότων...) は、行為者(サビニ人)の主観的な思い込みや判断の理由を示す。
  3. 942μέχρι μὲν οὖν τινος ἐλάνθανε τοὺς ὑστέρους προσιόντας ὁ τῶν προηγουμένων ὄλεθρος — 動詞 ἐλάνθανε (λανθάνω) の主語は後続の名詞句 ὁ τῶν προηγουμένων ὄλεθρος(先頭の者たちの死)であり、対格の τοὺς ὑστέρους(後続の者たち)およびそれに係る分詞 προσιόντας(進んでくる)に対して「隠されていた(気づかれなかった)」ことを表す。
  4. 942διερευνησομένους, μή τις ἐγκάθηται πολεμίων λόχος — 未来分詞 διερευνησομένους は目的(「〜を偵察させるために」)を表す。これに続く μή 節(接続法現在 ἐγκάθηται)は、懸念または間接疑問的に「敵の伏兵が潜んでいないかどうか」という探知の対象を表す名詞節を導く。

この箇所を引用する

ハリカルナッソスのディオニュシオス, ローマ古代誌 §5.42.1-5.42.4. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0081.tlg001.humanitext-grc2:5.42.1-5.42.4

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。