§5.38.1ἐκ δὲ τῶν ἑτέρων τοῦ ποταμοῦ μερῶν ἡ τῶν Σαβίνων ἔκειτο παρεμβολὴ τοῦ ῥεύματος οὐδʼ αὐτὴ πολὺν ἀπέχουσα τόπον ἐπὶ γεωλόφου τινὸς ἠρέμα κατακλινοῦς οὐ σφόδρα ἐχυροῦ.
川の対岸には、サビニ人の陣営が位置していたが、これも川の流れからそれほど遠くない場所にあり、なだらかに傾斜した、それほど堅固ではない丘の上にあった。
κατʼ ἀρχὰς μὲν οὖν δι’ εὐλαβείας εἶχον ἀλλήλους ἑκάτεροι καὶ μάχης ἄρχειν διαβάντες τὸν ποταμὸν ὤκνουν, χρόνῳ δʼ ὕστερον οὐ κατὰ λογισμὸν καὶ πρόνοιαν τοῦ συμφέροντος, ἀλλʼ ὑπʼ ὀργῆς τε καὶ φιλονεικίας ἐξαφθέντες συνάπτουσι μάχην.
初めのうちは、双方がお互いに警戒し合い、川を渡って戦闘を始めることをためらっていたが、後になると、何が有益であるかという理性的な計算や配慮からではなく、怒りと対抗意識に火をつけられて戦闘を交えた。
§5.38.2ὑδρευόμενοι γὰρ καὶ τοὺς ἵππους ἄγοντες ἐπὶ τὸν πότον ἐνέβαινον ἐπὶ πολὺ τοῦ ποταμοῦ·
というのも、彼らは水を汲み、馬に水を飲ませるために連れていく際、川の奥深くまで入り込んでいたからである。
βραχὺς δʼ ἔρρει τηνικαῦτα οὔπω τοῖς χειμερινοῖς ὕδασι πληθύων, ὥστʼ ὀλίγον ὑπὲρ τοῦ γόνατος ἔχοντες αὐτὸν ἐπεραιοῦντο.
当時は冬の雨でまだ増水しておらず、川は浅く流れていたため、水深が膝の少し上まである状態で渡っていた。
συμπλοκῆς δή τινος πρῶτον ὀλίγοις πρὸς οὐ πολλοὺς γινομένης ἐξέδραμόν τινες ἐπικουροῦντες τοῖς σφετέροις ἐξ ἑκατέρου χάρακος·
そこで、まず少人数同士の間で小競り合いが起こると、双方の陣営から自軍の者を助けるために人々が駆け出した。
ἔπειθʼ ἕτεροι πάλιν ἀμυνοῦντες τοῖς κατισχυομένοις ἐκ θατέρου· καὶ τοτὲ μὲν οἱ Ῥωμαῖοι τοὺς Σαβίνους ἀνέστελλον ἀπὸ τοῦ νάματος, τοτὲ δʼ οἱ Σαβῖνοι τοὺς Ῥωμαίους ἐξεῖργον τοῦ ποταμοῦ.
次いで、他方の側から圧倒されそうになっている者を助けるためにまた別の者たちが駆け出し、ある時はローマ人がサビニ人を流れから押し戻し、またある時はサビニ人がローマ人を川から追い出した。
§5.38.3πολλῶν δὲ φόνων καὶ τραυμάτων γενομένων καὶ φιλονεικίας ἅπασιν ἐμπεσούσης, οἷα περὶ τὰς ἁψιμαχίας τὰς ἐκ καιροῦ συμπεσούσας γίνεσθαι φιλεῖ, προθυμία τοῖς ἡγεμόσι τῶν στρατοπέδων ὁμοία παρέστη διαβαίνειν τὸν ποταμόν.
多くの死傷者が出て、全員に闘争心が湧き起こると、臨機に生じた小競り合いにおいてよくあることだが、両陣営の将軍たちにも、川を渡ろうという同様の熱意が湧き起こった。
§5.38.4ἔφθασε δὲ πρῶτος ὁ τῶν Ῥωμαίων ὕπατος καὶ διαβιβάσας τὸν στρατὸν ἔτι τῶν Σαβίνων ὁπλιζομένων τε καὶ εἰς τάξιν καθισταμένων ἐν χερσὶν ἦν.
ローマの執政官が先に渡り、軍を渡らせると、サビニ人がまだ武装し、隊列を整えている間に白兵戦に入った。
οὐ μὴν ἐμέλλησάν γʼ οὐδʼ ἐκεῖνοι θέσθαι μάχην, καταφρονήσει πολλῇ ἐπαρθέντες, ὅτι οὔτε πρὸς ἀμφοτέρους τοὺς ὑπάτους οὔτε πρὸς ἅπασαν τὴν Ῥωμαίων δύναμιν ἔμελλον ἀγωνιεῖσθαι, καὶ συρράξαντες ἐμάχοντο πᾶσαν εὐτολμίαν καὶ προθυμίαν ἀποδεικνύμενοι.
しかし、サビニ人の側も戦闘を交えることを躊躇しなかった。 彼らは、二人の執政官とも、またローマの全軍とも戦うわけではないという理由から、強い侮りの心に駆られており、激突して、あらゆる勇気と熱意を示しながら戦った。