§5.37.1ἐνιαυτῷ δὲ πέμπτῳ μετὰ τὴν ἐκβολὴν τοῦ βασιλέως, ὀλυμπιὰς μὲν ἦν ἐνάτη καὶ ἑξηκοστή, ἣν ἐνίκα στάδιον Ἰσχόμαχος Κροτωνιάτης τὸ δεύτερον, ἄρχων δʼ Ἀθήνησιν Ἀκεστορίδης, ὕπατοι δὲ Ῥωμαίων Μάρκος Οὐαλέριος ἀδελφὸς Οὐαλερίου Ποπλικόλα καὶ §5.37.2Πόπλιος Ποστόμιος Τούβερτος ἐπικαλούμενος.
王の追放から五年目、第六十九オリンピア期であり、この時クロトンのイスコマコスがスタディオン走で二度目の優勝を果たした。 アテナイのアルコンはアケストリデス、ローマの執政官はウァレリウス・プブリコラの兄弟であるマルクス・ウァレリウスと、プブリウス・ポストゥミウス(トゥベルトゥスと呼ばれる者)であった。
ἐπὶ τούτων ἕτερος ἐξεδέξατο Ῥωμαίους πόλεμος ἐκ τῶν ἔγγιστα οἰκούντων, ὃς ἤρξατο μὲν ἀπὸ λῃστηρίων, προὔβη δʼ εἰς πολλοὺς καὶ μεγάλους ἀγῶνας, ἐχώρησε μέντοι τελευτῶν εἰς διαλλαγὰς εὐπρεπεῖς ἐπὶ τῆς τετάρτης μετὰ τούσδε τοὺς ἄνδρας ὑπατείας πάντα τὸν μεταξὺ χρόνον πολεμηθείς.
彼らの任期中、最も近くに住む者たちとの間で別の戦争がローマ人に引き継がれた。 これは略奪から始まり、多くの大きな戦闘へと進んだが、これら(の執政官)の後の四回目の執政官期の時に、その間のすべての期間にわたって戦われた後に、最終的には名誉ある和議へと至った。
Σαβίνων γάρ τινες καταγνόντες ἀσθένειαν τῆς πόλεως ἐκ τοῦ Τυρρηνικοῦ πταίσματος, ὡς οὐκέτι τὴν ἀρχαίαν ἀξίωσιν ἀναληψομένης, ἐπετίθεντο τοῖς εἰς τὴν χώραν κατιοῦσιν ἐκ τῶν ἐρυμάτων λῃστήρια καταστησάμενοι, καὶ πολλὰ τοὺς γεωργοὺς §5.37.3ἔβλαπτον.
というのも、サビニ人の一部が、エトルリア人との戦いでの打撃から、ローマの弱体化を侮り、ローマがもはやかつての威信を取り戻すことはないだろうと考えて、砦から略奪隊を組織して農地へと下りてくる者たちを襲い、農民たちに多くの損害を与えていたからである。
ὑπὲρ ὧν ἀποστείλαντες οἱ Ῥωμαῖοι πρεσβείαν πρὶν ἐπὶ τὰ ὅπλα χωρῆσαι δίκας ᾔτουν καὶ τὸ λοιπὸν ἠξίουν μηδὲν εἰς τοὺς ἐργαζομένους τὴν γῆν παρανομεῖν.
これに対してローマ人は、武器を取る前に使節を送り、賠償を要求し、今後は土地を耕す人々に対して不法を働かないよう求めた。
αὐθάδεις δὲ λαβόντες ἀποκρίσεις προεῖπον αὐτοῖς τὸν πόλεμον.
しかし尊大な返答を受け取ったため、彼らはサビニ人に対して戦争を布告した。
καὶ γίνεται ἡ μὲν πρώτη ἔξοδος ἑνὸς τῶν ὑπάτων Οὐαλερίου σὺν ἱππεῦσι καὶ ψιλῶν τοῖς ἀκμαιοτάτοις αἰφνίδιος ἐπὶ τοὺς λῃιζομένους τὴν χώραν καὶ φόνος τῶν καταληφθέντων ἐν ταῖς προνομαῖς συχνῶν ὄντων πολύς, οἷα εἰκὸς ἀνθρώπων ἀσυντάκτων τε καὶ οὐ προῃσθημένων τὴν ἔφοδον.
そして、執政官の一人であるウァレリウスが、騎兵と最も精鋭な軽装兵を率いて、国土を略奪していた者たちに対して不意の最初の出撃をおこない、略奪の最中に捕らえられた者たちを多数殺戮した。 彼らは多勢であったが、隊列を乱しており、不意の襲撃を予期していなかった人々に対しては当然のことであった。
§5.37.4ἔπειτα τῶν Σαβίνων πολλὴν ἀποστειλάντων ἐπʼ αὐτοὺς στρατιὰν ὑφʼ ἡγεμόνι τεταγμένην ἐμπείρῳ πολέμου Ῥωμαίων ἑτέρα γίνεται ἐπʼ αὐτοὺς ἔξοδος ἁπάσαις ταῖς δυνάμεσιν ἀγόντων ἀμφοτέρων τῶν ὑπάτων.
その後、サビニ人が戦争経験の豊かな将軍の下に組織された大軍を派遣したため、ローマ人の側からも、両執政官が率いる全軍での二度目の出撃がおこなわれた。
Ποστόμιος μὲν οὖν πλησίον τῆς Ῥώμης ἐν ὀρεινοῖς τόποις κατεστρατοπέδευσε δεδιώς, μή τις ἔφοδος ἐκ τῶν φυγάδων ἐπʼ αὐτὴν γένηται αἰφνίδιος·
ポストゥミウスは、亡命者たちによるローマへの不意の襲撃を恐れて、ローマに近い山地に陣を敷いた。
Οὐαλέριος δʼ ἐγγὺς τῶν πολεμίων παρὰ ποταμὸν Ἀνίητα, ὃς ἐκ πόλεως μὲν Τιβύρων καθʼ ὑψηλοῦ πολὺς ἐκχεῖται σκοπέλου, φέρεται δὲ διὰ τῆς Σαβίνων τε καὶ Ῥωμαίων πεδιάδος ὁρίζων τὴν ἑκατέρων χώραν·
一方、ウァレリウスは、アニオ川沿いの敵の近くに陣取った。 アニオ川は、ティブルの町から高い崖の上から勢いよく流れ出し、サビニ人とローマ人の平野を流れて両者の領土を画しており、テベレ川へと合流する。
συνάπτει δὲ τὸ ῥεῦμα τῷ Τεβέρει ποταμῷ καλὸς μὲν ὀφθῆναι, γλυκὺς δὲ πίνεσθαι.
見るに美しく、飲むに甘美な川である。