Humanitext Reader

哈利卡纳苏斯的狄奥尼修斯 · 罗马古事记 §5.38.1-5.38.4

阿尼奥河的冲突与瓦莱里乌斯渡河

第 367 段,共 962 段 · 希腊语

内容简介

隔着阿尼奥河对峙的罗马军和萨宾军,因取水时的偶发起冲突而导致战事扩大,最终罗马执政官瓦莱里乌斯率先渡河并展开全面交战。

§5.38.1ἐκ δὲ τῶν ἑτέρων τοῦ ποταμοῦ μερῶν ἡ τῶν Σαβίνων ἔκειτο παρεμβολὴ τοῦ ῥεύματος οὐδʼ αὐτὴ πολὺν ἀπέχουσα τόπον ἐπὶ γεωλόφου τινὸς ἠρέμα κατακλινοῦς οὐ σφόδρα ἐχυροῦ.
在河流的另一侧,坐落着萨宾人的营地,它本身距离河水也不远,位于一座地势缓缓倾斜且并不十分险固的小山丘上。
κατʼ ἀρχὰς μὲν οὖν δι’ εὐλαβείας εἶχον ἀλλήλους ἑκάτεροι καὶ μάχης ἄρχειν διαβάντες τὸν ποταμὸν ὤκνουν, χρόνῳ δʼ ὕστερον οὐ κατὰ λογισμὸν καὶ πρόνοιαν τοῦ συμφέροντος, ἀλλʼ ὑπʼ ὀργῆς τε καὶ φιλονεικίας ἐξαφθέντες συνάπτουσι μάχην.
起初,双方互相戒备,不愿渡河开始交战;但随后,他们并非出于理智的权衡和对利益的预见,而是被愤怒和好胜心所激化,交接了战斗。
§5.38.2ὑδρευόμενοι γὰρ καὶ τοὺς ἵππους ἄγοντες ἐπὶ τὸν πότον ἐνέβαινον ἐπὶ πολὺ τοῦ ποταμοῦ· βραχὺς δʼ ἔρρει τηνικαῦτα οὔπω τοῖς χειμερινοῖς ὕδασι πληθύων, ὥστʼ ὀλίγον ὑπὲρ τοῦ γόνατος ἔχοντες αὐτὸν ἐπεραιοῦντο.
因为他们在取水和牵马饮水时,走入河流很深的地方;而当时河水流速缓慢,尚未因冬季的雨水而暴涨,因此他们在水深仅及膝盖稍高处便涉渡过去。
συμπλοκῆς δή τινος πρῶτον ὀλίγοις πρὸς οὐ πολλοὺς γινομένης ἐξέδραμόν τινες ἐπικουροῦντες τοῖς σφετέροις ἐξ ἑκατέρου χάρακος· ἔπειθʼ ἕτεροι πάλιν ἀμυνοῦντες τοῖς κατισχυομένοις ἐκ θατέρου· καὶ τοτὲ μὲν οἱ Ῥωμαῖοι τοὺς Σαβίνους ἀνέστελλον ἀπὸ τοῦ νάματος, τοτὲ δʼ οἱ Σαβῖνοι τοὺς Ῥωμαίους ἐξεῖργον τοῦ ποταμοῦ.
当起初在少数人之间发生某种冲突时,双方营垒中都有人奔出前去援助己方的人;随后,又有人从另一侧奔出,去保护那些处于劣势的人;一时之间,罗马人将萨宾人从水流中击退,一时之间,萨宾人又将罗马人逐出河流。
§5.38.3πολλῶν δὲ φόνων καὶ τραυμάτων γενομένων καὶ φιλονεικίας ἅπασιν ἐμπεσούσης, οἷα περὶ τὰς ἁψιμαχίας τὰς ἐκ καιροῦ συμπεσούσας γίνεσθαι φιλεῖ, προθυμία τοῖς ἡγεμόσι τῶν στρατοπέδων ὁμοία παρέστη διαβαίνειν τὸν ποταμόν.
随着许多人死伤,所有人都燃起了好胜心,正如在偶然发生的冲突中经常出现的那样,两个营地的将领们也产生了同样的渡河热忱。
§5.38.4ἔφθασε δὲ πρῶτος ὁ τῶν Ῥωμαίων ὕπατος καὶ διαβιβάσας τὸν στρατὸν ἔτι τῶν Σαβίνων ὁπλιζομένων τε καὶ εἰς τάξιν καθισταμένων ἐν χερσὶν ἦν.
罗马执政官最先渡河,并率领军队过去,在萨宾人仍在武装和排兵布阵之时,便已与他们展开了白兵战。
οὐ μὴν ἐμέλλησάν γʼ οὐδʼ ἐκεῖνοι θέσθαι μάχην, καταφρονήσει πολλῇ ἐπαρθέντες, ὅτι οὔτε πρὸς ἀμφοτέρους τοὺς ὑπάτους οὔτε πρὸς ἅπασαν τὴν Ῥωμαίων δύναμιν ἔμελλον ἀγωνιεῖσθαι, καὶ συρράξαντες ἐμάχοντο πᾶσαν εὐτολμίαν καὶ προθυμίαν ἀποδεικνύμενοι.
然而,萨宾人也并未拖延交战,他们因极大的轻蔑而士气高昂,因为他们既不需要对抗两位执政官,也不需要对抗罗马的全部兵力;他们交锋战斗,表现出了极大的勇气和热忱。

词汇与语法注释

  1. 5.38.1δι’ εὐλαβείας εἶχον — 介词 δι᾽(διά)加上抽象名词属格,并使用动词 ἔχω 表示处于某种状态的功能动词结构。在此意为“戒备……”、“对……采取谨慎态度”,并以宾格的 ἀλλήλους 作为其宾语。
  2. 5.38.2ὀλίγον ὑπὲρ τοῦ γόνατος ἔχοντες αὐτὸν — 分词 ἔχοντες 的宾语代词 αὐτόν 指代前文的 τὸν ποταμόν(河流)。通过“将河水置于膝盖稍高处”这一形象表达,指代他们涉渡时水深刚过膝盖的状态。
  3. 5.38.3οἷα περὶ τὰς ἁψιμαχίας τὰς ἐκ καιροῦ συμπεσούσας γίνεσθαι φιλεῖ — 关系代词的中性复数(或单数)宾格形式 οἷα 起副词作用,引导从句表示“正如(as)”,后接动词 φιλεῖ(习惯于、常常)和不定式 γίνεσθαι(发生、产生)的习惯表达。整句意为“正如在偶然发生的冲突中经常发生的那样”。
  4. 5.38.4ἔφθασε δὲ πρῶτος ὁ τῶν Ῥωμαίων ὕπατος καὶ διαβιβάσας τὸν στρατὸν — 动词 φθάνω(先于……)通常伴随修饰主动词的分词,构成“先做某事”的句式。但在此处,ἔφθασε(领先了)作为独立的主动词,通过连词 καί 与后面的动作连接,且其中插入了分词短语 διαβιβάσας(在使军队渡河之后),结构较为复杂。

引用这一段

哈利卡纳苏斯的狄奥尼修斯, 罗马古事记 §5.38.1-5.38.4. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0081.tlg001.humanitext-grc2:5.38.1-5.38.4

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。