§5.39.1ἀγῶνος δὲ καρτεροῦ γενομένου καὶ τοῦ δεξιοῦ τῶν Ῥωμαίων κέρατος, ἔνθα ἦν ὁ ὕπατος, ἐπιβαίνοντος τοῖς ἐναντίοις καὶ προσωτέρω χωροῦντος, τοῦ δʼ εὐωνύμου κάμνοντος ἤδη καὶ πρὸς τῶν πολεμίων ἐπὶ τὸν ποταμὸν ἐξωθουμένου, μαθὼν τὸ γινόμενον ὁ τὴν ἑτέραν τῶν Ῥωμαίων παρεμβολὴν κατέχων ὕπατος ἐξῆγε τὴν στρατιάν.
激しい戦いが起こり、ローマ軍の右翼は、執政官がそこにいたが、敵を圧迫してさらに前進していたものの、左翼はすでに疲弊し、敵によって川の方へと押し戻されていた。 この状況を知った、ローマのもう一方の陣営を率いていた執政官は、軍を率い出した。
§5.39.2αὐτὸς μὲν οὖν τὴν φάλαγγα τῶν πεζῶν ἐπαγόμενος βάδην ἠκολούθει·
彼自身は歩兵の隊列を率いて徒歩で後に続いた。
τῶν δὲ πρεσβυτέρων Σπόριον Λάρκιον τὸν ὑπατεύσαντα τῷ παρελθόντι ἐνιαυτῷ τοὺς ἱππεῖς ἄγοντα πέμπει κατὰ σπουδήν·
そして、重臣たちの中から、前年に執政官を務めたスポリウス・ラルキウスを、騎兵を率いさせて急ぎ派遣した。
ὃς ἀπὸ ῥυτῆρος τοὺς ἵππους ἐλαύνων τόν τε ποταμὸν διαπεραιοῦται κωλύοντος οὐδενὸς εὐπετῶς καὶ κατὰ τὸ δεξιὸν τῶν πολεμίων κέρας παριππεύσας, ἐνσείει πλαγίοις τοῖς ἱππεῦσι τῶν Σαβίνων·
ラルキウスは手綱を放して馬を走らせ、誰も邪魔する者がいなかったため容易に川を渡り、敵の右翼の傍らを駆け抜けて、サビニ人の騎兵に側面から突撃した。
καὶ γίνεται μέγας αὐτόθι τῶν ἱππέων ἀμφοτέρων συστάδην μαχομένων ἐπὶ χρόνον πολὺν ἀγών.
そしてそこで、両軍の騎兵が長い間接近戦で戦い、激しい戦闘が生じた。
§5.39.3ἐν δὲ τούτῳ καὶ ὁ Ποστόμιος τοὺς πεζοὺς ἄγων πλησίον αὐτῶν ἐγίνετο·
その間にポストゥミウスも歩兵を率いて彼らの近くに到着した。
καὶ συρράξας τοῖς πεζοῖς ἀποκτείνει τε πολλοὺς μαχομένους καὶ τοὺς λοιποὺς ἐξωθεῖ τῆς τάξεως.
そして[敵の]歩兵と激突して、戦っている多くの者を殺し、残りの者を隊列から追い出した。
εἰ δὲ μὴ νὺξ ἐπέλαβεν, ἅπαντες ἂν οἱ Σαβῖνοι κυκλωθέντες ὑπὸ τῶν Ῥωμαίων ἱπποκρατούντων ἤδη πανσυδὶ διεφθάρησαν.
もし夜が訪れなかったなら、すでに騎兵戦を制していたローマ軍に包囲されて、サビニ人は全員ことごとく滅ぼされていたであろう。
νῦν δὲ τὸ σκότος τοὺς διαφυγόντας ἐκ τῆς μάχης ὄντας ἀνόπλους καὶ οὐ πολλοὺς ἐρρύσατο καὶ διέσωσεν ἐπὶ τὰ οἰκεῖα.
しかし実際には、暗闇が、戦闘から逃れ、武器を持たない、多くはない人々を救い、彼らの家へと安全に帰した。
τῆς δὲ παρεμβολῆς αὐτῶν οἱ ὕπατοι χωρὶς ἀγῶνος ἐκράτησαν ἐκλειφθείσης ὑπὸ τῶν ἔνδον ἅμα τῷ θεάσασθαι τὴν τροπὴν τῶν σφετέρων·
また、執政官たちは彼らの陣営を戦いなしに占領した。 中にいた者たちが自軍の敗走を目にするやいなや陣営を放棄したからである。
ἐξ ἧς πολλὰς ὠφελείας λαβόντες, ἃς τοῖς στρατιώταις ἄγειν τε καὶ φέρειν ἐπέτρεψαν, §5.39.4ἀπῆγον ἐπʼ οἴκου τὰς δυνάμεις.
そこから彼らは多くの戦利品を獲得し、それを兵士たちに略奪することを許すと、軍勢を故郷へと連れ帰った。
τότε πρῶτον ἡ πόλις ἀναλαβοῦσα ἑαυτὴν ἐκ τοῦ Τυρρηνικοῦ πταίσματος εἰς τὸ ἐξ ἀρχῆς ἀποκατέστη φρόνημα, καὶ τῆς ἡγεμονίας τῶν περιοίκων ὡς πρότερον ἐθάρρησεν ἀντιποιεῖσθαι, καὶ ψηφίζεται κοινῇ μὲν ἀμφοτέροις τοῖς ὑπάτοις θριάμβου καταγωγήν, ἰδίᾳ δὲ θατέρῳ τῶν ἀνδρῶν Οὐαλερίῳ δωρεὰν τόπον εἰς οἴκησιν ἐν τῷ κρατίστῳ τοῦ Παλλαντίου δοθῆναι, καὶ τὰς εἰς τὴν κατασκευὴν δαπάνας ἐκ τοῦ δημοσίου χορηγεῖσθαι.
この時初めて、国家はエトルリアでの敗北から立ち直り、当初の気概へと立ち戻った。 そして以前のように、周辺の者たちに対する覇権を堂々と主張するようになり、共同で両執政官に対しては凱旋式の挙行を議決し、個別には二人のうちの一人であるウァレリウスに対し、家を建てるための土地がパラティウムの最も素晴らしい場所に贈り物として与えられ、その建設費用が国庫から支払われることを議決した。
ταύτης τῆς οἰκίας, παρʼ ἣν ὁ χαλκοῦς ἕστηκε ταῦρος, αἱ κλισιάδες θύραι μόναι τῶν ἐν τῇ Ῥώμῃ δημοσίων τε καὶ ἰδιωτικῶν οἴκων εἰς τὸ ἔξω μέρος ἀνοίγονται.
この家の――その傍らには青銅の雄牛像が立っているのだが――観音開きの扉だけが、ローマの公私のすべての家の中で、外側に向かって開くようになっている。