Humanitext Reader

ハリカルナッソスのディオニュシオス · ローマ古代誌 §5.34.1-5.34.5

ポルセンナのタルクィニウス追放とローマとの講和

363 / 962 箇所 · ギリシア語

要旨

ポルセナはタルクィニウス一派の不法行為を非難して彼らを追放し、ローマ人たちに人質を返還して和平を結び、多くの贈り物を与えて撤退した。

§5.34.1ἐφʼ οἷς ἀγανακτῶν ὁ Πορσίνας εἰς ἐκκλησίαν τοὺς Τυρρηνοὺς συνεκάλει καὶ διεξελθών, ὡς ἐπιτρεψάντων αὐτῷ Ῥωμαίων δικάσαι περὶ ὧν ἐνεκαλοῦντο ὑπὸ Ταρκυνίου, πρὶν ἐπιτελεσθῆναι τὴν δίκην εἰς ἱερὰ σώματα πρέσβεών τε καὶ ὁμήρων παρανομεῖν ἐν σπονδαῖς ἐπεχείρησαν οἱ δικαίως ὑπʼ αὐτῶν ἐξελασθέντες·
これらのことに憤慨したポルセナは、エトルリア人たちを民会に召集し、ローマ人たちがタルクィニウスによって告発された事柄について彼に裁定を委ねていたにもかかわらず、裁判が完了する前であるのに、彼らによって正当にも追放された者たち(タルクィニウスら)が、休戦条約のもとで使節や人質という神聖な身体に対して不法を働くことを企てた、と詳細に語った。
ὅθεν Τυρρηνοὶ Ῥωμαίους μὲν ἀπολύουσι τῶν ἐγκλημάτων, Ταρκυνίῳ δὲ καὶ Μαμιλίῳ διαλύονται τὴν ξενίαν·
それゆえエトルリア人たちはローマ人たちの罪を放免し、タルクィニウスおよびマミリウスとの友好関係を解消した。
προεῖπεν αὐθημερὸν ἐκ τοῦ χάρακος ἀπιέναι.
そして、その日のうちに陣営から退去するよう彼らに命じた。
§5.34.2Ταρκύνιοι μὲν οὖν ἐν ἐλπίσι χρησταῖς γενόμενοι κατʼ ἀρχάς, ὡς ἢ τυραννήσοντες αὖθις τῆς πόλεως Τυρρηνῶν σφίσι βοηθούντων ἢ τὰ χρήματα κομιούμενοι, διὰ τὴν εἰς τοὺς πρέσβεις καὶ τὰ ὅμηρα παρανομίαν ἀμφοτέρων διαμαρτόντες ἀπῆλθον ἐκ τοῦ §5.34.3στρατοπέδου σὺν αἰσχύνῃ τε καὶ μίσει.
こうしてタルクィニウスの一派は、エトルリア人が援助してくれることで再び市を支配するか、あるいは財産を取り戻すことができるだろうと、最初は大きな希望を抱いていたものの、使節や人質に対する不法行為のせいで、その両方を失い、不名誉と憎悪を伴って陣営から立ち去った。
ὁ δὲ τῶν Τυρρηνῶν βασιλεὺς τὰ ὅμηρα τῶν Ῥωμαίων ἐπὶ τὸ βῆμα προαχθῆναι κελεύσας ἀποδίδωσι τῷ ὑπάτῳ εἰπών, ὅτι πάσης ὁμηρείας κρείττονα ἡγεῖται τὴν πίστιν τῆς πόλεως.
一方、エトルリア人の王はローマ人の人質たちを演壇の前に連れてくるよう命じ、執政官に彼らを返還して、自分はあの都市の信義をいかなる人質よりも優れたものと見なしていると語った。
μίαν δὲ παρθένον ἐκ τῶν ὁμήρων, ὑφʼ ἧς ἐπείσθησαν αἱ λοιπαὶ διανήξασθαι τὸν ποταμόν, ἐπαινέσας ὡς κρεῖττον ἔχουσαν φρόνημα τῆς τε φύσεως καὶ τῆς ἡλικίας, καὶ τὴν πόλιν μακαρίσας ἐπὶ τῷ μὴ μόνον ἄνδρας ἀγαθοὺς ἐκτρέφειν, ἀλλὰ καὶ παρθένους ἀνδράσιν ὁμοίας, δωρεῖται τὴν κόρην ἵππῳ πολεμιστῇ §5.34.4φαλάροις κεκοσμημένῳ διαπρεπέσι.
そして、人質のうちの一人の乙女、すなわち、彼女によって残りの者たちも川を泳ぎ渡るよう促されたのであるが、彼女の本性と若さを超える気概を持っていると称賛し、また、優れた男たちだけでなく、男に劣らぬ乙女たちをも育て上げていることでその都市を祝福し、その乙女に、華麗な胸飾りで飾られた軍馬を贈った。
μετὰ δὲ τὴν ἐκκλησίαν τὰ περὶ τῆς εἰρήνης καὶ φιλίας ὅρκια πρὸς τοὺς πρέσβεις τῶν Ῥωμαίων ποιησάμενος καὶ ξενίσας αὐτοὺς δῶρα τῇ πόλει φέρεσθαι δίδωσι τοὺς αἰχμαλώτους ἅπαντας ἄνευ λύτρων συχνοὺς πάνυ ὄντας, καὶ τὸ χωρίον, ἐν ᾧ κατεστρατοπεδευκὼς ἦν, κατεσκευασμένον οὐχ ὡς στρατόπεδον ἐν ξένῃ γῇ πρὸς ὀλίγον καιρόν, ἀλλʼ ὡς πόλιν ἰδίαις τε καὶ δημοσίαις οἰκοδομαῖς ἀποχρώντως, οὐκ ὄντος τοῖς Τυρρηνοῖς ἔθους, ὁπότε ἀναστρατοπεδεύοιεν ἐκ πολεμίας, ὀρθὰς καταλείπειν τὰς κατασκευάς, ἀλλὰ καίειν, οὐ μικρὰν τῇ πόλει χαρισάμενος εἰς χρημάτων λόγον δωρεάν.
民会の後、平和と友好に関する誓いをローマの使節たちと交わし、彼らをもてなした上で、市への贈り物として持ち帰るようにと、非常に大勢いた捕虜全員を身代金なしで与え、また、自分が陣営を置いていた場所を、異国の地の一時的な陣営としてではなく、私的および公的な建造物が十分に備わった都市として整備された状態で引き渡した。 エトルリア人には、敵地から撤収する際、建造物をそのまま残さず焼き払うという習慣があったが、そうしなかったのは市に対して金銭的な価値において少なくない贈り物を恵んだからである。
ἐδήλωσε δʼ ἡ πράσις, ἣν ἐποιήσαντο μετὰ τὴν ἀπαλλαγὴν §5.34.5τοῦ βασιλέως οἱ ταμίαι.
このことは、王の撤退の後に財務官たちが行った売却が証明した。
ὁ μὲν δὴ πόλεμος ὁ συστὰς Ῥωμαίοις πρὸς Ταρκυνίους τε καὶ βασιλέα Κλουσίνων Λάρον Πορσίναν, εἰς κινδύνους μεγάλους ἀγαγὼν τὴν πόλιν τοιούτου τέλους ἔτυχεν.
こうして、ローマ人とタルクィニウス一派およびクルシウムの王ラルス・ポルセナとの間に起こった戦争は、市を大きな危険に陥れたものの、このような結末を迎えた。

語釈・文法注

  1. 5.34.1ἐπιτρεψάντων αὐτῷ Ῥωμαίων δικάσαι — `ἐπιτρεψάντων αὐτῷ Ῥωμαίων` は絶対属格構文。先頭の `ὡς` はポルセナが主張した内容であることを示し、全体として「ローマ人たちが彼に裁定を委ねたという前提のもとで」という意味をなす。
  2. 5.34.2ὡς ἢ τυραννήσοντες αὖθις τῆς πόλεως Τυρρηνῶν σφίσι βοηθούντων ἢ τὰ χρήματα κομιούμενοι — `ὡς` に導かれる二つの未来分詞 `τυραννήσοντες` と `κομιούμενοι` が、文の主語であるタルクィニウス一派(`Ταρκύνιοι`)の主観的な意図や期待を表している。その間に「エトルリア人が彼らを援助すれば」という条件・背景をなす絶対属格 `Τυρρηνῶν σφίσι βοηθούντων` が挿入された、多重の分詞構造である。
  3. 5.34.4οὐκ ὄντος τοῖς Τυρρηνοῖς ἔθους... ὀρθὰς καταλείπειν τὰς κατασκευάς — `οὐκ ὄντος... ἔθους` は絶対属格構文で、「習慣がない」ことを表す。不定詞 `καταλείπειν` は名詞 `ἔθους` の内容を説明しており、形容詞 `ὀρθὰς` は `τὰς κατασκευάς`(建造物)に対して述語的にかかり、「建造物を(取り壊さず)直立した状態で残しておく」ことを意味する。

この箇所を引用する

ハリカルナッソスのディオニュシオス, ローマ古代誌 §5.34.1-5.34.5. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0081.tlg001.humanitext-grc2:5.34.1-5.34.5

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。