§5.35.1ἡ δὲ τῶν Ῥωμαίων βουλὴ μετὰ τὴν ἀπαλλαγὴν τῶν Τυρρηνῶν συνελθοῦσα ἐψηφίσατο Πορσίνᾳ μὲν πέμψαι θρόνον ἐλεφάντινον καὶ σκῆπτρον καὶ στέφανον χρυσοῦν καὶ θριαμβικὴν ἐσθῆτα, ᾗ οἱ βασιλεῖς ἐκοσμοῦντο·
ローマの元老院は、エトルリア人の撤退ののちに集会を開き、ポルセナに対しては象牙の王座、笏、金の冠、そして王たちが身にまとっていた凱旋の衣装を送ることを議決した。
Μουκίῳ δὲ τῷ προελομένῳ περὶ τῆς πατρίδος ἀποθανεῖν αἰτιωτάτῳ δόξαντι γεγονέναι τῆς καταλύσεως τοῦ πολέμου χώραν ἐκ τῆς δημοσίας δοθῆναι πέραν τοῦ Τεβέριος ποταμοῦ, τὸν αὐτὸν τρόπον, ὅνπερ Ὁρατίῳ τῷ πρὸ τῆς γεφύρας ἀγωνισαμένῳ πρότερον, ὅσην ἂν ἀρότρῳ περιλαβεῖν ἐν ἡμέρᾳ μιᾷ δύνηται.
また、祖国のために死ぬことをあえて望み、戦争終結の最大の功労者と見なされたムキウスに対しては、かつて橋の前で戦ったホラティウスと同じ方法で、テベリス川の対岸の公有地から、彼が1日のうちに鋤で囲むことができるだけの広さの土地を与えることを議決した。
οὗτος ὁ χῶρος ἕως τῶν καθʼ ἡμᾶς χρόνων, §5.35.2Μούκιοι λειμῶνες καλοῦνται.
この土地は、私たちの時代に至るまで「ムキウスの草地」と呼ばれている。
ταῦτα μὲν τοῖς ἀνδράσι·
これらは男たちに対するものであった。
Κλοιλίᾳ δὲ τῇ παρθένῳ στάσιν εἰκόνος χαλκῆς ἔδοσαν, ἣν ἀνέθεσαν ἐπὶ τῆς ἱερᾶς ὁδοῦ τῆς εἰς τὴν ἀγορὰν φερούσης οἱ τῶν παρθένων πατέρες.
一方、乙女クロエリアに対しては、彼らは青銅の像の建立を授け、それを乙女たちの父親たちがフォルムへと至る聖なる道に設置した。
ταύτην ἡμεῖς μὲν οὐκέτι κειμένην εὕρομεν, ἐλέγετο δʼ ἐμπρήσεως περὶ §5.35.3τὰς πλησίον οἰκίας γενομένης ἠφανίσθαι.
この像を私たちはもはや立っている姿で見出すことはできなかったが、近隣の家々で起こった火災の際に消失したと言われていた。
κατὰ τοῦτον τὸν ἐνιαυτὸν ὁ νεὼς τοῦ Καπιτωλίου Διὸς εἰς συντέλειαν ἐξειργάσθη, περὶ οὗ τὰ κατὰ μέρος ἐν τῷ πρὸ τούτου δεδήλωκα λόγῳ.
この年、カピトリウムのゼウス神殿が完成に至るまで建設された。 これについては、これより前の巻において個別に明らかにしておいた。
τὴν δʼ ἀνιέρωσιν αὐτοῦ καὶ τὴν ἐπιγραφὴν ἔλαβε Μάρκος Ὁράτιος ὁ ἕτερος τῶν ὑπάτων φθάσας τὴν παρουσίαν τοῦ συνάρχοντος.
その奉献と同僚の到着に先んじたもう一人の執政官マルクス・ホラティウスが、神殿の奉献とそこに名前を刻む栄誉を手にした。
ἐτύγχανε δὲ κατὰ τὸν καιρὸν τοῦτον Οὐαλέριος προεξεληλυθὼς μετὰ δυνάμεως ἐπὶ τὴν βοήθειαν τῆς χώρας.
この時、ウァレリウスは軍勢を率いて地方の救済のために既に出発していた。
ἄρτι γὰρ τῶν ἀνθρώπων καταλιπόντων τὰ ἐρύματα καὶ συνιόντων εἰς τοὺς ἀγροὺς λῃστήρια πέμπων Μαμίλιος μεγάλα τοὺς γεωργοὺς ἔβλαπτεν.
人々が砦を去って農地に集まり始めたばかりであったため、マミリウスが略奪隊を送り込んで農民たちに大きな被害を与えていたからである。
ταῦτʼ ἐπὶ τῆς τρίτης ὑπατείας ἐπράχθη.
これらのことは第三代の執政官の任期中に執り行われた。