§5.33.1ἔτι δὲ τῆς δικαιολογίας γινομένης ἧκέ τις ἀπαγγέλλων τὴν φυγὴν τῶν ὁμηρευουσῶν παρθένων.
弁明がまだ行われている最中に、人質となっている乙女たちが逃亡したことを報告する者がやって来た。
δεηθεῖσαι γὰρ τῶν φυλαττόντων, ἵνα συγχωρήσωσιν αὐταῖς λούσασθαι παραγενομέναις εἰς τὸν ποταμόν, ἐπειδὴ τὸ συγχώρημα ἔλαβον ἀποστῆναι μικρὸν ἀπὸ τοῦ ποταμοῦ τοῖς ἀνδράσιν εἰποῦσαι, τέως ἂν ἀπολούσωνταί τε καὶ τὰς ἐσθῆτας ἀπολάβωσιν, ἵνα μὴ γυμνὰς ὁρῶσιν αὐτάς·
というのも、彼女たちは番兵たちに、川のところに行って水浴びすることを許してくれるよう頼み、許可を得ると、彼女たちが体を洗い終えて衣服を取り戻すまで、裸の彼女たちを見ないようにと、男たちに川から少し退いているように言ったからである。
ποιησάντων καὶ τοῦτο τῶν ἀνδρῶν, παρακελευσαμένης αὐταῖς τῆς Κλοιλίας καὶ πρώτης καταρχούσης, διανηξάμεναι τὸν ποταμὸν εἰς τὴν πόλιν ἀπῆλθον.
男たちがこれも実行すると、クレリアが彼女たちを鼓舞し、自ら真っ先に川に入って手本を示し、彼女たちは川を泳ぎ渡って市へと立ち去った。
§5.33.2ἔνθα δὴ πολὺς ὁ Ταρκύνιος ἦν ἐπιορκίαν τε καὶ ἀπιστίαν τοῖς Ῥωμαίοις ἐγκαλῶν, καὶ τὸν βασιλέα παροξύνων ὡς ἐξαπατώμενον ὑπʼ ἀνθρώπων δολίων μηθὲν προσέχειν αὐτοῖς.
そこでタルクィニウスは盛んにローマ人の偽誓と不実を非難し、狡猾な男たちに騙されているのだから彼らに一切耳を貸さないようにと王を煽り立てた。
ἀπολογουμένου δὲ τοῦ ὑπάτου καὶ τὸ ἔργον ἐξ αὐτῶν λέγοντος εἶναι τῶν παρθένων δίχα τῆς ἐπιταγῆς τῶν πατέρων, καὶ τὸ πιστὸν οὐκ εἰς μακρὰν παρέξεσθαι λέγοντος ὑπὲρ τοῦ μηδὲν ἐξ ἐπιβουλῆς ὑφʼ ἑαυτῶν πεπρᾶχθαι, πεισθεὶς ὁ βασιλεὺς συνεχώρησεν αὐτῷ πορευθέντι τὰς παρθένους ἀγαγεῖν, ὡς ὑπισχνεῖτο.
しかし、執政官が弁明し、その行為は父親たちの命令によるものではなく、乙女たち自身によるものであると述べ、また、自分たちの側に裏切りの意図があってなされたことは何もないという確証を近いうちに提供すると述べたため、説得された王は、彼が約束した通り、行って乙女たちを連れてくることを彼に許した。
§5.33.3Οὐαλέριος μὲν δὴ τὰς παρθένους ἄξων ᾤχετο·
こうしてウァレリウスは乙女たちを連れてくるために出発した。
Ταρκύνιος δὲ καὶ ὁ κηδεστὴς αὐτοῦ τῶν δικαίων ὑπεριδόντες πράγματι ἐπεβούλευσαν ἀνοσίῳ, λόχον ὑποπέμψαντες εἰς τὴν ὁδὸν ἱππέων, τάς τε παρθένους ἁρπάσαι τὰς ἀγομένας καὶ τὸν ὕπατον καὶ τοὺς ἄλλους τοὺς ἐπὶ τὸ στρατόπεδον ἐρχομένους συλλαβεῖν, ὡς ῥύσια καθέξοντες ἀνθʼ ὧν Ταρκύνιον ἀφείλοντο Ῥωμαῖοι χρημάτων τὰ σώματα ταῦτα, καὶ τῆς δίκης τὸ τέλος οὐκέτι περιμενοῦντες.
しかし、タルクィニウスとその義理の息子は正義を軽んじ、不届きな企てを企てた。 すなわち、騎兵の伏兵を道に密かに送り込み、連れてこられつつある乙女たちを拉致し、執政官や陣営に向かって来ている他の人々を捕らえようとしたのである。 これは、ローマ人がタルクィニウスから奪った財産の代わりに、これらの人々を担保として留め置くためであり、もはや裁判の結末を待つつもりはなかった。
§5.33.4οὐκ εἴασε δʼ αὐτοῖς κατὰ νοῦν χωρῆσαι τὴν ἐπιβουλὴν τὸ δαιμόνιον.
しかし神意は、彼らの企てが思う通りに進むことを許さなかった。
ἐν ὅσῳ γὰρ ἐκ τοῦ Λατίνων χάρακος ἐξῄεσαν οἱ μέλλοντες τοῖς παραγενομένοις ἐπιθέσθαι, φθάσας ὁ τῶν Ῥωμαίων ὕπατος ἦγε τὰς κόρας·
到着する人々を襲撃しようとする者たちがラティウム人の陣営から出て行く間に、ローマの執政官が先手を打って乙女たちを連れて進んでいた。
καὶ πρὸς αὐταῖς ἤδη ταῖς πύλαις τοῦ Τυρρηνικοῦ χάρακος ὢν ὐπὸ τῶν ἐπιδιωξάντων ἐκ τῆς ἑτέρας στρατοπεδείας καταλαμβάνεται.
そして彼がすでにエトルリア人の陣営のまさに門のところに達していたとき、もう一方の陣営から追跡してきた者たちに追いつかれた。
ἔνθα τῆς συμπλοκῆς αὐτῶν γενομένης ταχεῖα τοῖς Τυρρηνοῖς αἴσθησις ἐγένετο, καὶ κατὰ σπουδὴν ὁ τοῦ βασιλέως υἱὸς ἴλην ἱππέων ἐπαγόμενος ἐβοήθει, καὶ ἐκ τῶν πεζῶν οἱ προκαθήμενοι τοῦ χάρακος συνέδραμον.
そこで衝突が起きると、エトルリア人たちはすぐにそれを察知し、王の息子が急いで騎兵の一隊を率いて救援に駆けつけ、歩兵のうち陣営の前に配置されていた者たちも駆け集まった。