Humanitext Reader

哈利卡纳苏斯的狄奥尼修斯 · 罗马古事记 §5.34.1-5.34.5

波希纳驱逐塔克文并与罗马议和

第 363 段,共 962 段 · 希腊语

内容简介

波希纳谴责了塔克文一派的不法行为并将其驱逐,随后向罗马人归还人质并缔结和平,在赠送丰厚礼物后撤军。

§5.34.1ἐφʼ οἷς ἀγανακτῶν ὁ Πορσίνας εἰς ἐκκλησίαν τοὺς Τυρρηνοὺς συνεκάλει καὶ διεξελθών, ὡς ἐπιτρεψάντων αὐτῷ Ῥωμαίων δικάσαι περὶ ὧν ἐνεκαλοῦντο ὑπὸ Ταρκυνίου, πρὶν ἐπιτελεσθῆναι τὴν δίκην εἰς ἱερὰ σώματα πρέσβεών τε καὶ ὁμήρων παρανομεῖν ἐν σπονδαῖς ἐπεχείρησαν οἱ δικαίως ὑπʼ αὐτῶν ἐξελασθέντες·
波希纳对此事大为愤慨,召集第勒尼安人举行大会,并详细陈述道:尽管罗马人已同意让他就塔克文对他们的指控进行审判,但在审判结束之前,那些被他们正当驱逐的人,竟企图在停战协议期间对使节和人质的神圣人身犯下不法行为。
ὅθεν Τυρρηνοὶ Ῥωμαίους μὲν ἀπολύουσι τῶν ἐγκλημάτων, Ταρκυνίῳ δὲ καὶ Μαμιλίῳ διαλύονται τὴν ξενίαν· προεῖπεν αὐθημερὸν ἐκ τοῦ χάρακος ἀπιέναι.
因此,第勒尼安人宣布免除罗马人的罪责,但解除了与塔克文及马米利乌斯的宾客友好关系;他并命令他们于当天从营地撤离。
§5.34.2Ταρκύνιοι μὲν οὖν ἐν ἐλπίσι χρησταῖς γενόμενοι κατʼ ἀρχάς, ὡς ἢ τυραννήσοντες αὖθις τῆς πόλεως Τυρρηνῶν σφίσι βοηθούντων ἢ τὰ χρήματα κομιούμενοι, διὰ τὴν εἰς τοὺς πρέσβεις καὶ τὰ ὅμηρα παρανομίαν ἀμφοτέρων διαμαρτόντες ἀπῆλθον ἐκ τοῦ §5.34.3στρατοπέδου σὺν αἰσχύνῃ τε καὶ μίσει.
因此,塔克文一派起初抱有极大的希望,以为在第勒尼安人的帮助下,他们要么能重新对该城实行僭主统治,要么能收回财产,但由于对使节和人质的不法行为,他们两图皆空,于是带着耻辱与怨恨离开了营地。
ὁ δὲ τῶν Τυρρηνῶν βασιλεὺς τὰ ὅμηρα τῶν Ῥωμαίων ἐπὶ τὸ βῆμα προαχθῆναι κελεύσας ἀποδίδωσι τῷ ὑπάτῳ εἰπών, ὅτι πάσης ὁμηρείας κρείττονα ἡγεῖται τὴν πίστιν τῆς πόλεως.
而第勒尼安人的国王下令将罗马人质带到讲台前,将他们归还给执政官,并说他认为该城的信义重于任何形式的人质。
μίαν δὲ παρθένον ἐκ τῶν ὁμήρων, ὑφʼ ἧς ἐπείσθησαν αἱ λοιπαὶ διανήξασθαι τὸν ποταμόν, ἐπαινέσας ὡς κρεῖττον ἔχουσαν φρόνημα τῆς τε φύσεως καὶ τῆς ἡλικίας, καὶ τὴν πόλιν μακαρίσας ἐπὶ τῷ μὴ μόνον ἄνδρας ἀγαθοὺς ἐκτρέφειν, ἀλλὰ καὶ παρθένους ἀνδράσιν ὁμοίας, δωρεῖται τὴν κόρην ἵππῳ πολεμιστῇ §5.34.4φαλάροις κεκοσμημένῳ διαπρεπέσι.
他赞扬了人质中的一位少女(其余的人都是受她鼓舞才游过河的),称她拥有超越其性别本能和年龄的气魄,并祝贺该城不仅培育出优秀的男子,还培育出堪比男子的少女,随后赠予这位姑娘一匹装饰着华丽胸饰的战马。
μετὰ δὲ τὴν ἐκκλησίαν τὰ περὶ τῆς εἰρήνης καὶ φιλίας ὅρκια πρὸς τοὺς πρέσβεις τῶν Ῥωμαίων ποιησάμενος καὶ ξενίσας αὐτοὺς δῶρα τῇ πόλει φέρεσθαι δίδωσι τοὺς αἰχμαλώτους ἅπαντας ἄνευ λύτρων συχνοὺς πάνυ ὄντας, καὶ τὸ χωρίον, ἐν ᾧ κατεστρατοπεδευκὼς ἦν, κατεσκευασμένον οὐχ ὡς στρατόπεδον ἐν ξένῃ γῇ πρὸς ὀλίγον καιρόν, ἀλλʼ ὡς πόλιν ἰδίαις τε καὶ δημοσίαις οἰκοδομαῖς ἀποχρώντως, οὐκ ὄντος τοῖς Τυρρηνοῖς ἔθους, ὁπότε ἀναστρατοπεδεύοιεν ἐκ πολεμίας, ὀρθὰς καταλείπειν τὰς κατασκευάς, ἀλλὰ καίειν, οὐ μικρὰν τῇ πόλει χαρισάμενος εἰς χρημάτων λόγον δωρεάν.
大会结束后,他与罗马使节缔结了关于和平与友好的誓约,款待了他们,并赠送给该城所有的俘虏,人数极多且无需赎金,还把他的驻扎之地赠予他们,那里建设得不像是在异国他乡临时驻扎的营地,倒像是一座私人和公共建筑齐备的城市。 尽管第勒尼安人没有在撤离敌境时保留建筑物的习惯,而是将其付之一炬,但他却借此向该城赠送了一份按金钱计算价值不菲的礼物。
ἐδήλωσε δʼ ἡ πράσις, ἣν ἐποιήσαντο μετὰ τὴν ἀπαλλαγὴν §5.34.5τοῦ βασιλέως οἱ ταμίαι.
国王离去后,财务官们进行的拍卖证明了这一点。
ὁ μὲν δὴ πόλεμος ὁ συστὰς Ῥωμαίοις πρὸς Ταρκυνίους τε καὶ βασιλέα Κλουσίνων Λάρον Πορσίναν, εἰς κινδύνους μεγάλους ἀγαγὼν τὴν πόλιν τοιούτου τέλους ἔτυχεν.
至此,罗马人与塔克文一派以及克鲁西乌斯国王拉尔斯·波希纳之间爆发的战争,虽曾将该城带入巨大的危险之中,但最终得到了这样的结局。

词汇与语法注释

  1. 5.34.1ἐπιτρεψάντων αὐτῷ Ῥωμαίων δικάσαι — `ἐπιτρεψάντων αὐτῷ Ῥωμαίων` 是属格绝对结构。前面的 `ὡς` 表示波希纳所陈述的主观理由,整句意为“在罗马人已允许他进行裁决的前提下”。
  2. 5.34.2ὡς ἢ τυραννήσοντες αὖθις τῆς πόλεως Τυρρηνῶν σφίσι βοηθούντων ἢ τὰ χρήματα κομιούμενοι — 由 `ὡς` 引导的两个将来时分词 `τυραννήσοντες` 和 `κομιούμενοι` 表示主语(塔克文一派)的主观意图或期望。在这两个分词之间,插入了属格绝对结构 `Τυρρηνῶν σφίσι βοηθούντων`(若第勒尼安人援助他们),起到条件作用,形成了一个复杂的嵌套分词结构。
  3. 5.34.4οὐκ ὄντος τοῖς Τυρρηνοῖς ἔθους... ὀρθὰς καταλείπειν τὰς κατασκευάς — `οὐκ ὄντος... ἔθους` 是属格绝对结构,表示“没有习惯”。不定式 `καταλείπειν` 解释了名词 `ἔθους` 的内容,而形容词 `ὀρθὰς` 则与 `τὰς κατασκευάς`(建筑物)作谓语性搭配,表示“使建筑物保持直立(完好)的状态”。

引用这一段

哈利卡纳苏斯的狄奥尼修斯, 罗马古事记 §5.34.1-5.34.5. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0081.tlg001.humanitext-grc2:5.34.1-5.34.5

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。