Humanitext Reader

ハリカルナッソスのディオニュシオス · ローマ古代誌 §5.23.1-5.23.4

コクラスら三勇士によるスブリキウス橋の死守

352 / 962 箇所 · ギリシア語

要旨

白兵戦が激化する中、ローマ軍の両指揮官が負傷して敗走を始めるが、コクラスら3人の勇士が橋を死守して敵の進撃を阻み、軍全体を救い出す。

§5.23.1ὡς δὲ συνῆλθον εἰς χεῖρας, ἐμάχοντο γενναίως καὶ πολὺν ἀντεῖχον ἀμφότεροι χρόνον·
彼らが白兵戦に入ると、双方は勇敢に戦い、長い間持ちこたえた。
ἐμπειρίᾳ μὲν καὶ καρτερίᾳ κρείττους ὄντες οἱ Ῥωμαῖοι τῶν ἐναντίων, πλήθει δὲ κρατοῦντες τῶν Ῥωμαίων οἱ Τυρρηνοί τε καὶ Λατῖνοι μακρῷ.
ローマ軍は経験と忍耐において敵に勝っていたが、エトルリア人とラティウム人は数においてローマ軍をはるかに凌駕していた。
πολλῶν δὲ πεσόντων ἀφʼ ἑκατέρων δέος εἰσέρχεται Ῥωμαίους, πρῶτον μὲν τοὺς κατέχοντας τὸ ἀριστερὸν κέρας, ἐπειδὴ τοὺς ἡγεμόνας ἐθεάσαντο Οὐαλέριόν τε καὶ Λουκρήτιον τραυματίας ἀποκομισθέντας ἐκ τῆς μάχης·
双方から多くの戦死者が出る中、恐れがローマ軍に忍び寄った。 まず第一に、左翼を占めていた者たちに。 彼らは指揮官であるウァレリウスとルクレティウスが負傷して戦場から運び出されるのを目にしたからである。
ἔπειτα καὶ τοὺς ἐπὶ τοῦ δεξιοῦ κέρατος τεταγμένους νικῶντας ἤδη τὴν σὺν Ταρκυνίοις δύναμιν τὸ αὐτὸ καταλαμβάνει πάθος,
次いで、右翼に配置され、タルクィニウス一味の軍勢をすでに圧倒しつつあった者たちにも、同じ感情が襲いかかった。
§5.23.2ὁρῶντας τὴν τροπὴν τῶν ἑτέρων.
彼らはもう一方の側の敗走を目にしたからである。
φευγόντων δʼ εἰς τὴν πόλιν ἁπάντων καὶ διὰ μιᾶς γεφύρας βιαζομένων ἀθρόων ὁρμὴ γίνεται τῶν πολεμίων ἐπʼ αὐτοὺς μεγάλη·
全員が都市へと逃れ、唯一の橋を通じて大挙して押し寄せていると、敵の彼らに対する激しい追撃が始まった。
ὀλίγου τε πάνυ ἡ πόλις ἐδέησεν ἁλῶναι κατὰ κράτος ἀτείχιστος οὖσα ἐκ τῶν παρὰ τὸν ποταμὸν μερῶν, εἰ συνεισέπεσον εἰς αὐτὴν ἅμα τοῖς φεύγουσιν οἱ διώκοντες.
そして、川に面した側には城壁がなかったため、もし追撃する者たちが逃げる者たちと同時に都市になだれ込んでいたならば、都市は力づくで占領されるのにほんの少しのところであった。
οἱ δὲ τὴν ὁρτὴν τῶν πολεμίων ἐπισχόντες καὶ διασώσαντες ὅλην τὴν στρατιὰν τρεῖς ἄνδρες ἐγένοντο, Σπόριος μὲν Λάρκιος καὶ Τῖτος Ἑρμίνιος οἱ τὸ δεξιὸν ἔχοντες κέρας ἐκ τῶν πρεσβυτέρων, Πόπλιος δʼ Ὁράτιος ὁ καλούμενος Κόκλης ἐκ τοῦ κατὰ τὴν ὄψιν ἐλαττώματος ἐκκοπεὶς ἐν μάχῃ τὸν ἕτερον ὀφθαλμὸν ἐκ τῶν νεωτέρων, μορφήν τε κάλλιστος ἀνθρώπων καὶ §5.23.3ψυχὴν ἄριστος.
しかし、敵の進撃を阻み、軍全体を救い出したのは、3人の男たちであった。 すなわち、年長者からは、右翼を保持していたスプリウス・ラルキウスとティトゥス・ヘルミニウス。 そして年少者からは、戦闘で片目を失ったという外見上の欠陥からコクラス(隻眼)と呼ばれていたプブリウス・ホラティウスであり、彼は人のうちで最も容姿が美しく、かつ魂において最も優れた人物であった。
οὗτος ἀδελφιδοῦς μὲν ἦν Ὁρατίου Μάρκου θατέρου τῶν ὑπάτων, τὸ δὲ γένος κατῆγεν ἀφʼ ἑνὸς τῶν τριδύμων Ὁρατίου Μάρκου τοῦ νικήσαντος τοὺς Ἀλβανοὺς τριδύμους, ὅτε περὶ τῆς ἡγεμονίας αἱ πόλεις εἰς πόλεμον καταστᾶσαι συνέβησαν μὴ πάσαις ἀποκινδυνεῦσαι ταῖς δυνάμεσιν, ἀλλὰ τρισὶν ἀνδράσιν ἀφʼ ἑκατέρας, ὡς ἐν τοῖς προτέροις δεδήλωκα λόγοις.
この男は、二人の執政官のうちの一人であるマルクス・ホラティウスの甥であり、その家系は、アルバ人の三つ子に勝利したあの三つ子の一人マルクス・ホラティウスに遡るものであった。 この時、覇権をめぐって戦争状態に入った両都市は、全軍で危険を冒すのではなく、双方から3人ずつの男によって決することに合意したのであるが、それについては私が以前の書において明らかにした通りである。
§5.23.4οὗτοι δὴ μόνοι κατὰ νώτου λαβόντες τὴν γέφυραν εἶργον τῆς διαβάσεως τοὺς πολεμίους μέχρι πολλοῦ καὶ διέμενον ἐπὶ τῆς αὐτῆς στάσεως βαλλόμενοί θʼ ὑπὸ πολλῶν παντοδαποῖς βέλεσι καὶ ἐκ χειρὸς παιόμενοι τοῖς ξίφεσιν, ἕως ἅπασα ἡ στρατιὰ διῆλθε τὸν ποταμόν.
まさにこの者たちだけが、背後に橋を背負い、長い間、敵が渡ってくるのを防ぎ、多くの者からあらゆる種類の飛び道具を浴びせられ、また接近戦で剣によって打たれながらも、軍全体が川を渡り終えるまで、同じ位置にとどまり続けた。

語釈・文法注

  1. p.v.2p.172ὀλίγου — ὀλίγου ... ἐδέησεν(...するにはほんの少ししか欠けていなかった)は、「もう少しで…するところだった」「危うく…しそうになった」を意味する慣用表現である。
  2. p.v.2p.172ἐκκοπεὶς — 受動態分詞 ἐκκοπεὶς(えぐり取られた)に対し、身体の一部を示す対格 τὸν ἕτερον ὀφθαλμὸν(片方の目を)が伴う関係対格(ギリシア的対格)の構文。
  3. 20συνέβησαν — 動詞 συμβαίνω(起こる、合意に達する)が個人的構文(主語「両都市」)で用いられ、不定詞を伴って「〜することに合意した」または「(結果として)〜することになった」という意味を表す。
  4. 20κατὰ νώτου — 前置詞句 κατὰ νώτου(背後に)は λαβόντες τὴν γέφυραν(橋を取って)を修飾し、「橋を背にして(守り)」という意味になる。

この箇所を引用する

ハリカルナッソスのディオニュシオス, ローマ古代誌 §5.23.1-5.23.4. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0081.tlg001.humanitext-grc2:5.23.1-5.23.4

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。