Humanitext Reader

哈利卡纳苏斯的狄奥尼修斯 · 罗马古事记 §5.23.1-5.23.4

科克莱斯等三勇士死守苏布里基乌斯桥

第 352 段,共 962 段 · 希腊语

内容简介

随着战斗白热化,罗马指挥官受伤,军队开始败退;然而,科克莱斯等三位勇士死守桥梁,阻挡了敌人的进攻并挽救了全军。

§5.23.1ὡς δὲ συνῆλθον εἰς χεῖρας, ἐμάχοντο γενναίως καὶ πολὺν ἀντεῖχον ἀμφότεροι χρόνον· ἐμπειρίᾳ μὲν καὶ καρτερίᾳ κρείττους ὄντες οἱ Ῥωμαῖοι τῶν ἐναντίων, πλήθει δὲ κρατοῦντες τῶν Ῥωμαίων οἱ Τυρρηνοί τε καὶ Λατῖνοι μακρῷ.
当他们进行短兵相接时,双方都英勇战斗,并坚持了很长时间;罗马人在经验和耐力上优于对手,而托斯卡纳人和拉丁人在数量上则远远超过罗马人。
πολλῶν δὲ πεσόντων ἀφʼ ἑκατέρων δέος εἰσέρχεται Ῥωμαίους, πρῶτον μὲν τοὺς κατέχοντας τὸ ἀριστερὸν κέρας, ἐπειδὴ τοὺς ἡγεμόνας ἐθεάσαντο Οὐαλέριόν τε καὶ Λουκρήτιον τραυματίας ἀποκομισθέντας ἐκ τῆς μάχης· ἔπειτα καὶ τοὺς ἐπὶ τοῦ δεξιοῦ κέρατος τεταγμένους νικῶντας ἤδη τὴν σὺν Ταρκυνίοις δύναμιν τὸ αὐτὸ καταλαμβάνει πάθος, §5.23.2ὁρῶντας τὴν τροπὴν τῶν ἑτέρων.
由于双方都有许多人战死,恐惧蔓延到罗马人之中,首先是那些占据左翼的人,因为他们看到自己的指挥官瓦莱里乌斯和卢克莱修斯负伤抬离战场;接着,同样的感情也袭击了部署在右翼、已经击败了塔克文家族军队的人,因为他们目睹了另一侧的溃败。
φευγόντων δʼ εἰς τὴν πόλιν ἁπάντων καὶ διὰ μιᾶς γεφύρας βιαζομένων ἀθρόων ὁρμὴ γίνεται τῶν πολεμίων ἐπʼ αὐτοὺς μεγάλη· ὀλίγου τε πάνυ ἡ πόλις ἐδέησεν ἁλῶναι κατὰ κράτος ἀτείχιστος οὖσα ἐκ τῶν παρὰ τὸν ποταμὸν μερῶν, εἰ συνεισέπεσον εἰς αὐτὴν ἅμα τοῖς φεύγουσιν οἱ διώκοντες.
当所有人都在逃往城内、并拥挤着通过仅有的一座桥梁时,敌人对他们发起了猛烈的冲击;由于沿着河岸的部分没有城墙,如果追击者与逃跑者一同冲入城内,这座城市就差一点被强攻攻克。
οἱ δὲ τὴν ὁρτὴν τῶν πολεμίων ἐπισχόντες καὶ διασώσαντες ὅλην τὴν στρατιὰν τρεῖς ἄνδρες ἐγένοντο, Σπόριος μὲν Λάρκιος καὶ Τῖτος Ἑρμίνιος οἱ τὸ δεξιὸν ἔχοντες κέρας ἐκ τῶν πρεσβυτέρων, Πόπλιος δʼ Ὁράτιος ὁ καλούμενος Κόκλης ἐκ τοῦ κατὰ τὴν ὄψιν ἐλαττώματος ἐκκοπεὶς ἐν μάχῃ τὸν ἕτερον ὀφθαλμὸν ἐκ τῶν νεωτέρων, μορφήν τε κάλλιστος ἀνθρώπων καὶ §5.23.3ψυχὴν ἄριστος.
然而,阻挡了敌人的冲击并拯救了全军的是三个人:长者中,有占据右翼的斯普里乌斯·拉尔基乌斯和提图斯·赫尔米尼乌斯;年轻者中,有因外表上的缺陷(在战斗中失去了一只眼睛)而被尊称为“科克莱斯”(独眼)的普布利乌斯·霍拉蒂乌斯,他是人类中容貌最美丽且心灵最优秀的人。
οὗτος ἀδελφιδοῦς μὲν ἦν Ὁρατίου Μάρκου θατέρου τῶν ὑπάτων, τὸ δὲ γένος κατῆγεν ἀφʼ ἑνὸς τῶν τριδύμων Ὁρατίου Μάρκου τοῦ νικήσαντος τοὺς Ἀλβανοὺς τριδύμους, ὅτε περὶ τῆς ἡγεμονίας αἱ πόλεις εἰς πόλεμον καταστᾶσαι συνέβησαν μὴ πάσαις ἀποκινδυνεῦσαι ταῖς δυνάμεσιν, ἀλλὰ τρισὶν ἀνδράσιν ἀφʼ ἑκατέρας, ὡς ἐν τοῖς προτέροις δεδήλωκα λόγοις.
此人是两位执政官之一马尔库斯·霍拉蒂乌斯的侄子,他的家族可追溯至在战胜阿尔巴人三胞胎的霍拉蒂乌斯三胞胎之一马尔库斯·霍拉蒂乌斯。 当时,为了争夺霸权而进入战争状态的两个城市,同意不拿全部军队冒险,而是由双方各派三名男子来决定胜负,这正如我在之前的卷中所阐明的那样。
§5.23.4οὗτοι δὴ μόνοι κατὰ νώτου λαβόντες τὴν γέφυραν εἶργον τῆς διαβάσεως τοὺς πολεμίους μέχρι πολλοῦ καὶ διέμενον ἐπὶ τῆς αὐτῆς στάσεως βαλλόμενοί θʼ ὑπὸ πολλῶν παντοδαποῖς βέλεσι καὶ ἐκ χειρὸς παιόμενοι τοῖς ξίφεσιν, ἕως ἅπασα ἡ στρατιὰ διῆλθε τὸν ποταμόν.
正是这三个人独力把守着身后的桥梁,在很长一段时间内阻止了敌人渡河,并且在遭到众多敌人用各种投掷武器袭击、并在近战中被剑砍击的情况下,依然坚守在同一位置,直到全军都渡过了河。

词汇与语法注释

  1. p.v.2p.172ὀλίγου — 表达式 ὀλίγου ... ἐδέησεν(字面意思是“差一点就……”)是一个惯用句式,表示“差一点就……”或“几乎”。
  2. p.v.2p.172ἐκκοπεὶς — 宾格 τὸν ἕτερον ὀφθαλμὸν 是修饰被动分词 ἐκκοπεὶς 的关系宾格(希腊语宾格),表示“一只眼睛被刺瞎/打瞎”。
  3. 20συνέβησαν — 动词 συμβαίνω 在此用于以 αἱ πόλεις 为主语的人称构句,后接不定式,表示“他们达成协议”或“结果他们……”。
  4. 20κατὰ νώτου — 介词短语 κατὰ νώτου(在背后)修饰 λαβόντες τὴν γέφυραν(占领/占据桥梁),意为“将桥梁置于身后(防守)”。

引用这一段

哈利卡纳苏斯的狄奥尼修斯, 罗马古事记 §5.23.1-5.23.4. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0081.tlg001.humanitext-grc2:5.23.1-5.23.4

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。