Humanitext Reader

ハリカルナッソスのディオニュシオス · ローマ古代誌 §5.24.1-5.24.3

ホラティウスの単独奮戦と橋の破壊による生還

353 / 962 箇所 · ギリシア語

要旨

後退する戦友二人に続いて自身も引くことを拒んだホラティウスは、一人橋に残り、橋を切り落とすよう指示した上で敵の攻撃を防ぎ続け、破壊完了後に川へと飛び込んで生還する。

§5.24.1ὡς δʼ ἐν ἀσφαλεῖ τοὺς σφετέρους ἔδοξαν γεγονέναι, δύο μὲν ἐξ αὐτῶν Ἑρμίνιός τε καὶ Λάρκιος διεφθαρμένων αὐτοῖς ἤδη τῶν σκεπαστηρίων διὰ τὰς συνεχεῖς πληγὰς ἀνεχώρουν ἐπὶ πόδα.
自分たちの仲間が安全な状態になったと彼らが思ったとき、彼らのうちの二人、ヘルミニウスとラルキウスは、度重なる打撃によって防具がすでに破壊されていたため、後退していった。
Ὁράτιος δὲ μόνος ἀνακαλουμένων αὐτὸν ἀπὸ τῆς πόλεως τῶν θʼ ὑπάτων καὶ τῶν ἄλλων πολιτῶν καὶ περὶ παντὸς ποιουμένων σωθῆναι τοιοῦτον ἄνδρα τῇ πατρίδι καὶ τοῖς γειναμένοις οὐκ ἐπείσθη, ἀλλʼ ἔμενεν, ἔνθα τὸ πρῶτον ἔστη, κελεύσας τοῖς περὶ τὸν Ἑρμίνιον λέγειν πρὸς τοὺς ὑπάτους, ὡς αὐτοῦ φράσαντος, ἀποκόπτειν τὴν γέφυραν ἀπὸ τῆς πόλεως ἐν τάχει·
しかしホラティウスは、執政官たちや他の市民たちが都市から彼を呼び戻し、そのような男が祖国や両親のために救われることを何よりも重視していたにもかかわらず、従わなかった。 そうではなく、最初に立ったその場所にとどまり続け、ヘルミニウスらに対して、執政官たちに自分が言ったこととして次のように伝えるよう命じた。 すなわち、橋を都市側から速やかに切り落とすように、と。
ἦν δὲ μία κατʼ ἐκείνους τοὺς χρόνους ξυλόφρακτος ἄνευ σιδήρου δεδεμένη ταῖς σανίσιν αὐταῖς, ἣν καὶ μέχρις ἐμοῦ τοιαύτην φυλάττουσι Ῥωμαῖοι·
当時の橋は、鉄を使わずに板自体だけで緊結された、ただ一つの木造の橋であり、これは私の時代に至るまでローマ人がそのような状態で維持しているものである。
ἐπιστεῖλαι δὲ τοῖς ἀνδράσιν, ὅταν τὰ πλείω τῆς γεφύρας λυθῇ καὶ βραχὺ τὸ λειπόμενον ᾖ μέρος, φράσαι πρὸς αὐτὸν σημείοις τισὶν ἢ φωνῇ γεγωνοτέρᾳ· τὰ λοιπὰ λέγων ἑαυτῷ μελήσειν.
そして、その男たちに、橋の大部分が取り壊され、残された部分がわずかになったときに、何らかの合図か、より大きな声で彼に知らせるよう指示することを命じ、残りのことは自分が引き受けると言った。
§5.24.2ταῦτʼ ἐπικελευσάμενος τοῖς δυσὶν ἐπʼ αὐτῆς ἵσταται τῆς γεφύρας καὶ τῶν ὁμόσε χωρούντων οὓς μὲν τῷ ξίφει παίων, οὓς δὲ τῷ θυρεῷ περιτρέπων πάντας ἀνέστειλε τοὺς ὁρμήσαντας ἐπὶ τὴν γέφυραν·
このことを二人に命じると、彼は橋の上に立ち、白兵戦を挑んでくる者のうち、ある者は剣で打ち、ある者は盾で突き倒し、橋へと突進してきた者たちをすべて押し戻した。
οὐκέτι γὰρ εἰς χεῖρας αὐτῷ χωρεῖν ἐτόλμων οἱ διώκοντες ὡς μεμηνότι καὶ θανατῶντι·
追撃する者たちは、彼が狂気にとりつかれ、死を望んでいるかのように見えたため、もはや彼とまともに戦おうとはしなかったからである。
καὶ ἅμα οὐδὲ ῥᾴδιον αὐτῷ προσελθεῖν ὑπάρχον ἐξ εὐωνύμων μὲν καὶ δεξιῶν ἔχοντι πρόβλημα τὸν ποταμόν, ἐκ δὲ τοῦ κατὰ πρόσωπον ὅπλων τε καὶ νεκρῶν σωρόν·
そして同時に、左右には川という障壁があり、正面には武器と死体の山があったため、彼に近づくことも容易ではなかった。
ἀλλʼ ἄπωθεν ἑστῶτες ἀθρόοι λόγχαις τε καὶ σαυνίοις καὶ λίθοις χειροπληθέσιν ἔβαλλον, οἷς δὲ μὴ παρῆν ταῦτα τοῖς ξίφεσι καὶ §5.24.3ταῖς ἀσπίσι τῶν νεκρῶν.
そこで彼らは離れた場所に大勢で立ち、槍や投げ槍、手いっぱいの大きさの石を投げつけ、それらを持ち合わせていない者は、死者たちの剣や盾を投げつけた。
ὁ δʼ ἠμύνετο τοῖς ἐκείνων χρώμενος ὅπλοις κατʼ αὐτῶν καὶ ἔμελλεν ὥσπερ εἰκὸς εἰς ἀθρόους βάλλων ἀεί τινος τεύξεσθαι σκοποῦ.
しかし彼は、彼らの武器を彼ら自身に対して用いることで防戦し、密集した敵に向かって投げつけることで、当然予想される通り、常に誰かしら標的に命中させるはずであった。
ἤδη δὲ καταβελὴς ὢν καὶ τραυμάτων πλῆθος ἐν πολλοῖς μέρεσι τοῦ σώματος ἔχων, μίαν δὲ πληγὴν λόγχης, ἣ διὰ θατέρου τῶν γλουτῶν ὑπὲρ τῆς κεφαλῆς τοῦ μηροῦ ἀντία ἐνεχθεῖσα ἐκάκωσεν αὐτὸν ὀδύναις καὶ τὴν βάσιν ἔβλαπτεν, ἐπειδὴ τῶν κατόπιν ἤκουσεν ἐμβοησάντων λελύσθαι τῆς γεφύρας τὸ πλέον μέρος, καθάλλεται σὺν τοῖς ὅπλοις εἰς τὸν ποταμὸν καὶ διανηξάμενος τὸ ῥεῦμα χαλεπῶς πάνυ·
しかし、すでに無数の飛び道具を浴び、体の多くの部分に多数の傷を負い、特に、片方の臀部を貫き、大腿骨頭の上へと正面から突き刺さった一本の槍の傷が、彼を激痛で苦しめ、歩行を妨げていたが、背後の者たちが、橋の大部分が破壊されたと叫ぶのを聞くやいなや、武具を着けたまま川へと飛び込み、流れを泳ぎ渡った。
περὶ γὰρ τοῖς ὑπερείσμασι τῶν σανίδων σχιζόμενος ὁ ῥοῦς ὀξὺς ἦν καὶ δίνας ἐποίει μεγάλας·
それは非常に困難なことであった。 なぜなら、橋脚の周りで分断された水流は激しく、大きな渦を巻いていたからである。
ἐξεκολύμβησεν εἰς τὴν γῆν οὐδὲν τῶν ὅπλων ἐν τῷ νεῖν ἀποβαλών.
彼は、泳いでいる間に武具を何一つ失うことなく、陸地へと這い上がった。

語釈・文法注

  1. 899ὡς αὐτοῦ φράσαντος — ὡς と属格絶対(αὐτοῦ φράσαντος)の組み合わせ。主節の主語でもあるホラティウス自身を指す代名詞 αὐτοῦ が用いられ、伝聞あるいは彼自身の意図に基づく客観的な理由説明として「彼自身がそう語ったこととして」という意味を表す。
  2. 899ἐπιστεῖλαι — 不定法。先行する分詞 κελεύσας(命じて)に並列して統治されている。ヘルミニウスらに対して、まず執政官たちに伝えること(λέγειν)、そしてその者たちに指示すること(ἐπιστεῖλαι)を命じたという構造をとる。
  3. p.v.2p.174οἷς δὲ μὴ παρῆν ταῦτα τοῖς ξίφεσι καὶ ταῖς ἀσπίσι τῶν νεκρῶν — 関係節を用いた高度な省略構文。主節の動詞 ἔβαλλον(投げつけた)が繰り返されるのを避けて省略されている。οἷς は「これら(飛び道具)を持たない人々」という主格の先行詞を内包する関係代名詞与格。後半の τοῖς ξίφεσι καὶ ταῖς ἀσπίσι は手段の与格で、省略された動詞の目的語・手段として「死者の剣や盾を投げた」を意味する。

この箇所を引用する

ハリカルナッソスのディオニュシオス, ローマ古代誌 §5.24.1-5.24.3. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0081.tlg001.humanitext-grc2:5.24.1-5.24.3

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。