§5.22.1ταῦτα μαθόντες οἱ τῶν Ῥωμαίων ὕπατοι πρῶτον μὲν τὰ ἐκ τῶν ἀγρῶν χρήματά τε καὶ βοσκήματα καὶ ἀνδράποδα μετάγειν τοῖς γεωργοῖς ἐκέλευσαν εἰς τὰ πλησίον ὄρη φρούρια κατασκευάσαντες ἐπὶ τοῖς ἐρυμνοῖς ἱκανὰ σώζειν τοὺς εἰς αὐτὰ καταφυγόντας·
これらを知ったローマの執政官たちは、まず農民たちに対し、農地から財産や家畜、奴隷を近隣の山々へと移動させるよう命じ、険しい場所にそれらへ逃げ込んできた人々を十分に保護できる砦を築いた。
ἔπειτα τὸν καλούμενον Ἰανίκολον ὄχθον· ἔστι δὲ τοῦτʼ ὄρος ὑψηλὸν ἀγχοῦ τῆς Ῥώμης πέραν τοῦ Τεβέριος ποταμοῦ κείμενον· ὀχυρωτέραις ἐκρατύναντο κατασκευαῖς τε καὶ φυλακαῖς, περὶ παντὸς ποιούμενοι μὴ γενέσθαι τοῖς πολεμίοις τὸ ἐπίκαιρον χωρίον ἐπιτείχισμα κατὰ τῆς πόλεως, καὶ τὰς εἰς τὸν πόλεμον παρασκευὰς ἐνταῦθʼ ἀπέθεντο·
次いで、いわゆるヤニクルムの丘――これはローマの近く、ティベリス川の対岸に位置する高い山である――を、より堅固な建造物と守備隊によって防備を固め、敵にとってこの要地が都市に対する攻撃の足がかり(要塞)とならないようにすることを何よりも重視し、そこへ戦争の準備を整えて保管した。
τά τʼ ἐντὸς τείχους ἐπὶ τὸ δημοτικώτερον καθίσταντο πολλὰ πολιτευόμενοι φιλάνθρωπα πρὸς τοὺς πένητας, ἵνα μὴ μεταβάλοιντο πρὸς τοὺς τυράννους ἐπὶ τοῖς ἰδίοις κέρδεσι πεισθέντες προδοῦναι τὸ κοινόν·
また、壁の内側の諸事について、より民衆に配慮した体制を整え、貧民に対して多くの人道的な政策を行い、彼らが私的な利益に唆されて僭主たちの側に寝返り、国家を裏切ることがないようにした。
§5.22.2καὶ γὰρ ἀτελεῖς αὐτοὺς ἁπάντων ἐψηφίσαντο εἶναι τῶν κοινῶν τελῶν, ὅσα βασιλευομένης τῆς πόλεως ἐτέλουν, καὶ ἀνεισφόρους τῶν εἰς τὰ στρατιωτικὰ καὶ τοὺς πολέμους ἀναλισκομένων ἐποίησαν, μέγα κέρδος ἡγούμενοι τοῖς κοινοῖς, εἰ τὰ σώματα μόνον αὐτῶν ἕξουσι προκινδυνεύοντα τῆς πατρίδος·
実際、彼らは、都市が王政下にあった時に彼らが支払っていたすべての公的な税を免除することを議決し、また、軍事費や戦争に費やされる臨時の税からも免除した。 もし市民たちがその身体のみを祖国の危機に身を挺して投げ出してくれれば、国家にとって大きな利益になると考えたからである。
τήν τε δύναμιν ἠσκημένην ἐκ πολλοῦ καὶ παρεσκευασμένην ἔχοντες ἐν τῷ προκειμένῳ τῆς πόλεως ἐστρατοπεδεύοντο πεδίῳ.
そして、長らく鍛錬され準備を整えられた軍勢を率いて、彼らは都市の前に広がる野原に陣を敷いた。
§5.22.3βασιλεὺς δὲ Πορσίνας ἄγων τὴν στρατιὰν τὸ μὲν Ἰανίκολον ἐξ ἐφόδου καταλαμβάνεται καταπληξάμενος τοὺς φυλάττοντας αὐτὸ καὶ φρουρὰν Τυρρηνῶν ἐν αὐτῷ καθίστησιν·
ポルセナ王は軍を率いて、不意打ちによってまずヤニクルムの丘を占領し、そこを守っていた者たちを恐れおののかせて、エトルリア人の守備隊をそこに配置した。
ἐπὶ δὲ τὴν πόλιν ἐλαύνων ὡς καὶ ταύτην δίχα πόνου παραστησόμενος, ἐπειδὴ πλησίον τῆς γεφύρας ἐγένετο καὶ τοὺς Ῥωμαίους ἐθεάσατο προκαθημένους τοῦ ποταμοῦ, παρεσκευάζετό τε πρὸς μάχην ὡς ἀναρπασόμενος αὐτοὺς πλήθει καὶ ἐπῆγε σὺν πολλῇ καταφρονήσει τὴν δύναμιν.
そして、この都市をも苦もなく屈服させようとローマへと進軍し、橋の近くに達してローマ軍が川の手前に陣を敷いているのを目にすると、数で彼らを圧倒して一挙に掃討しようと戦闘の準備をし、非常な侮りをもって軍勢を進めた。
§5.22.4εἶχον δὲ τὴν ἡγεμονίαν τοῦ μὲν ἀριστεροῦ κέρως οἱ Ταρκυνίου παῖδες, Σέξτος καὶ Τῖτος, Ῥωμαίων τʼ αὐτῶν τοὺς φυγάδας ἄγοντες καὶ ἐκ τῆς Γαβίων πόλεως τὸ ἀκμαιότατον ξένων τε καὶ μισθοφόρων χεῖρα οὐκ ὀλίγην·
左翼の指揮を執ったのはタルクィニウスの息子たちであるセクストゥスとティトゥスで、彼らはローマ人の亡命者たち、およびガビイの都市の最も精強な若者たち、そして少なくない外国人の傭兵部隊を率いていた。
τοῦ δὲ δεξιοῦ Μαμίλιος ὁ Ταρκυνίου κηδεστής, ἐφʼ οὗ Λατίνων οἱ ἀποστάντες Ῥωμαίων ἐτάξαντο·
右翼を指揮したのはタルクィニウスの義理の息子マミリウスであり、その下にはローマから離反したラティウム人たちが整列した。
βασιλεὺς δὲ Πορσίνας κατὰ μέσην τὴν φάλαγγα ἐτέτακτο.
ポルセナ王はファランクスの中央に位置した。
§5.22.5Ῥωμαίων δὲ τὸ μὲν δεξιὸν κέρας Σπόριος Λάρκιος καὶ Τῖτος Ἑρμίνιος κατεῖχον ἐναντίοι Ταρκυνίοις·
ローマ側では、右翼をスプリウス・ラルキウスとティトゥス・ヘルミニウスが占め、タルクィニウス家と対峙した。
τὸ δʼ ἀριστερὸν Μάρκος Οὐαλέριος ἀδελφὸς θατέρου τῶν ὑπάτων Ποπλικόλα καὶ Τῖτος Λουκρήτιος ὁ τῷ πρόσθεν ὑπατεύσας ἔτει Μαμιλίῳ καὶ Λατίνοις συνοισόμενοι·
左翼は、執政官の一人であるポプリコラの兄弟マルクス・ウァレリウスと、前年に執政官を務めたティトゥス・ルクレティウスが占め、マミリウスおよびラティウム人と交戦する手はずになっていた。
τὰ δὲ μέσα τῶν κεράτων οἱ ὕπατοι κατεῖχον ἀμφότεροι.
両翼の間の中央は、二人の執政官が共に占めた。