§4.84.1τοιαῦτα τοῦ Βρούτου δημηγοροῦντος ἀναβοήσεις τε συνεχεῖς ἐφʼ ἑκάστῳ τῶν λεγομένων ἐκ τοῦ πλήθους ἐγίνοντο διασημαίνουσαι τὸ βουλόμενόν τε καὶ ἐπικελευόμενον, τοῖς δὲ πλείοσιν αὐτῶν καὶ δάκρυα ὑφʼ ἡδονῆς ἔρρει θαυμαστῶν καὶ ἀπροσδοκήτων ἀκούουσι λόγων·
ブルートゥスがこのように演説していると、群衆から、語られることの一つ一つに対して絶え間ない叫び声が上がり、彼らの望むところと支持をはっきりと示していた。 彼らの大部分にとっては、驚くべき、また予期せぬ言葉を聞いて、喜びから涙さえも流れた。
πάθη τε ποικίλα τὴν ἑκάστου ψυχὴν κατελάμβανεν οὐδὲν ἀλλήλοις ἐοικότα·
そして、多様で互いに全く似ていない感情が各自の魂をとらえた。
λύπαι τε γὰρ ἡδοναῖς ἐκέκραντο, αἱ μὲν ἐπὶ τοῖς προγεγονόσι δεινοῖς, αἱ δʼ ἐπὶ τοῖς προσδοκωμένοις ἀγαθοῖς, καὶ θυμοὶ συνεξέπιπτον φόβοις, οἱ μὲν ἐπὶ τῷ κακῶς δράσαι τὰ μισούμενα τῆς ἀσφαλείας ὑπερορᾶν ἐπαίροντες, οἱ δὲ κατὰ λογισμὸν τοῦ μὴ ῥᾳδίαν εἶναι τὴν καθαίρεσιν τῆς τυραννίδος ὄκνον ταῖς ἐπιβολαῖς ἐπιφέροντες.
なぜなら、悲しみが喜びに混ざり合っていたからであり、一方は過去に起きた恐るべき出来事に対して、他方は期待される良きことに対してであった。 また怒りが恐れとともに生じたが、一方は、憎むべき者たちに害を加えることのために安全を度外視するように人々を駆り立て、他方は、僭主政治の打倒は容易ではないという計算に従って、企てに対して躊躇をもたらした。
§4.84.2ἐπεὶ δʼ ἐπαύσατο λέγων, ὥσπερ ἐξ ἑνὸς στόματος ἅπαντες τὴν αὐτὴν φωνὴν ἀνέκραγον ἄγειν σφᾶς ἐπὶ τὰ ὅπλα.
彼が話すのをやめると、まるで一つの口から出たかのように、全員が、自分たちを武器へと導くようにと同じ声を叫んだ。
καὶ ὁ Βροῦτος ἡσθείς, Ἐάν γε πρότερον, ἔφη, τὰ δόξαντα τῷ συνεδρίῳ μαθόντες ἐπικυρώσητε δέδοκται γὰρ ἡμῖν φεύγειν Ταρκυνίους πόλιν τε τὴν Ῥωμαίων καὶ χώραν, ὅσης ἄρχουσι Ῥωμαῖοι, καὶ γένος τὸ ἐξ αὐτῶν ἅπαν·
するとブルートゥスは喜んで言った。 「もしあなた方が、まず元老院で決定されたことを知ってそれを承認するならば(そうしよう)。 というのも、タルクィニウス一族と彼らの子孫のすべてを、ローマ人の都市、およびローマ人が支配するすべての土地から追放することが、私たちによって決定されたからである。
καὶ μηδενὶ ἐξεῖναι περὶ καθόδου Ταρκυνίων μήτε πράττειν μηδὲν μήτε λέγειν, ἐὰν δέ τις παρὰ ταῦτα ποιῶν εὑρίσκηται τεθνάναι.
そして、タルクィニウス一族の帰還に関して、何事も行い、何事も語ることは誰にも許されないこと、もし誰かがこれに反して行動しているのを見出されるなら、死刑に処されること(が決議された)。
§4.84.3ταύτην εἰ βουλομένοις ὑμῖν ἐστι τὴν γνώμην εἶναι κυρίαν, διαστάντες κατὰ τὰς φράτρας ψῆφον ἐπενέγκατε, καὶ τοῦθʼ ὑμῖν πρῶτον ἀρξάτω τὸ δικαίωμα τῆς ἐλευθερίας.
」「もしこの決議が有効であることをあなた方が望むなら、クーリア(クラトラ)ごとに分かれて投票しなさい。 そしてこれがあなた方にとって自由の最初の権利の確立たらんことを。
ἐγίνετο ταῦτα·
」これらは実行された。
καὶ ἐπειδὴ πᾶσαι τὴν φυγὴν τῶν τυράννων αἱ φρᾶτραι κατεψηφίσαντο, παρελθὼν πάλιν ὁ Βροῦτος λέγει·
そして、すべてのクーリアが僭主たちの追放を可決すると、ブルートゥスが再び前に進み出て言った。
ἐπειδὴ τὰ πρῶτα ἡμῖν κεκύρωται κατὰ τὸ δέον, ἀκούσατε καὶ τὰ λοιπὰ §4.84.4ὅσα βεβουλεύμεθα περὶ τῆς πολιτείας.
「最初の事項が私たちによって適切に承認されたのであるから、残りのことも聞きなさい、国制に関して私たちが計画したすべてのことを。
ἡμῖν σκοπουμένοις, τίς ἀρχὴ γενήσεται τῶν κοινῶν κυρία, βασιλείαν μὲν οὐκέτι καταστήσασθαι δοκεῖ, ἄρχοντας δὲ δύο καθʼ ἕκαστον ἐνιαυτὸν ἀποδεικνύναι βασιλικὴν ἕξοντας ἐξουσίαν, οὓς ἂν ὑμεῖς ἐν ἀρχαιρεσίαις ἀποδείξητε ψῆφον ἐπιφέροντες κατὰ λόχους.
国家の支配権を握るべき支配体制は何かを検討している私たちには、もはや王政を確立するのではなく、毎年、王と同等の権限を持つ二人の執政者(アルコーン)を任命することが良しと思われる。 彼らは、あなた方が兵卒会(ケントゥリア)ごとに投票を行って、選挙において任命する者たちである。
εἰ δὴ καὶ ταῦτα βουλομένοις ἐστὶν ὑμῖν, ἐπιψηφίσατε.
もしこれをもあなた方が望むなら、可決しなさい。
ἐπῄνει καὶ ταύτην τὴν γνώμην ὁ δῆμος, καὶ ψῆφος οὐδεμία ἐγένετο ἐναντία.
」民衆はこの決議をも称賛し、反対票は一つもなかった。
§4.84.5μετὰ τοῦτο παρελθὼν ὁ Βροῦτος ἀποδείκνυσι μεσοβασιλέα τὸν ἐπιμελησόμενον τῶν ἀρχαιρεσιῶν κατὰ τοὺς πατρίους νόμους Σπόριον Λουκρήτιον·
この後、ブルートゥスは前に進み出て、祖先の法に従って選挙を管理するインターレクス(間王)としてスポリウス・ルクレティウスを指名した。
κἀκεῖνος ἀπολύσας τὴν ἐκκλησίαν ἐκέλευσεν ἅπαντας ἥκειν εἰς τὸ πεδίον, ἔνθα σύνηθες αὐτοῖς ἦν ἀρχαιρεσιάζειν, ἔχοντας τὰ ὅπλα ἐν τάχει.
そして彼は民会を解散させ、全員に対して、武器を持って、彼らが通常選挙を行う場所(マルスの野)へ速やかに来るようにと命じた。
ἀφικομένων δʼ αὐτῶν ἄνδρας αἱρεῖται δύο τοὺς πράξοντας ὅσα τοῖς βασιλεῦσιν ἐξῆν, Βροῦτόν τε καὶ Κολλατῖνον·
彼らが到着すると、彼は王たちに許されていたすべての権限を行使する二人の男、すなわちブルートゥスとコッラティヌスを選出した。
καὶ ὁ δῆμος καλούμενος κατὰ λόχους ἐπεκύρωσε τοῖς ἀνδράσι τὴν ἀρχήν.
そして民衆は兵卒会(ケントゥリア)ごとに呼び出され、この二人の男にその権力を承認した。
καὶ τὰ μὲν κατὰ πόλιν ἐν τῷ τότε χρόνῳ πραχθέντα τοιαῦτʼ ἦν.
その時、都市において行われたことは以上のようであった。