§4.85.1βασιλεὺς δὲ Ταρκύνιος ὡς ἤκουσε παρὰ τῶν ἀπὸ τῆς πόλεως ἀγγέλων, οἷς ἐξεγένετο πρώτοις πρὶν ἢ κλεισθῆναι τὰς πύλας διαδρᾶναι, τοσοῦτο μόνον ἀπαγγελλόντων, ὅτι κατέχει τὴν ἐκκλησίαν Βροῦτος δημαγωγῶν καὶ τοὺς πολίτας ἐπὶ τὴν ἐλευθερίαν παρακαλῶν, οὐδενὶ τῶν ἄλλων φράσας ἠπείγετο τοὺς υἱοὺς ἀναλαβὼν καὶ τῶν ἑταίρων τοὺς πιστοτάτους, ἐλαύνων τοὺς ἵππους ἀπὸ ῥυτῆρος, ὡς φθάσων τὴν ἀπόστασιν.
タルクィニウス王は、都市からの使者たち(彼らは門が閉じられる前に最初に逃げ出すことができた者たちであったが)から、彼らがただこれだけのこと、すなわちブルートゥスが民会を掌握して先導し、市民たちを自由へと呼びかけているということだけを報告するのを聞くと、他の誰にも告げずに、息子たちと、仲間たちのうちで最も信頼できる者たちを連れて急ぎ出発した。 彼は馬を全速力で走らせ、反乱を未然に防ごうとした。
εὑρὼν δὲ κεκλεισμένας τὰς πύλας καὶ μεστὰς ὅπλων τὰς ἐπάλξεις ᾤχετο πάλιν ἐπὶ τὸ στρατόπεδον ὡς εἶχε τάχους οἰμώζων καὶ δεινοπαθῶν.
しかし、門が閉じられ、胸壁が武器で満ちているのを見出すと、嘆き、深く苦しみながら、できる限りの速さで再び陣営へと引き返した。
§4.85.2ἔτυχε δὲ καὶ τἀκεῖ πράγματα ἤδη διεφθαρμένα.
しかし、あちら(陣営)の状況もまたすでに台無しになっていた。
οἱ γὰρ ὕπατοι ταχεῖαν αὐτοῦ τὴν παρουσίαν ἐπὶ τὴν πόλιν προορώμενοι πέμπουσι γράμματα καθʼ ἑτέρας ὁδοὺς πρὸς τοὺς ἐπὶ τοῦ στρατοπέδου παρακαλοῦντες αὐτοὺς ἀποστῆναι τοῦ τυράννου καὶ τὰ δόξαντα τοῖς ἐν ἄστει ποιοῦντες φανερά.
というのも、執政者たちは、彼の都市への素早い到来を予期して、別の道を通って陣営にいる者たちに書簡を送り、彼らに僭主から離反するよう呼びかけ、都にいる人々にとって決定されたことを明らかにしたからである。
§4.85.3ταῦτα τὰ γράμματα λαβόντες οἱ καταλειφθέντες ὑπὸ τοῦ βασιλέως ὕπαρχοι Τῖτος Ἑρμίνιος καὶ Μάρκος Ὁράτιος ἀνέγνωσαν ἐν ἐκκλησίᾳ·
王によって残されていた副官たち、ティトゥス・ヘルミニウスとマルクス・ホラティウスは、この書簡を受け取ると、兵士たちの集会でそれを読み上げた。
καὶ γνώμας διερωτήσαντες κατὰ λόχους, ὅ τι χρὴ ποιεῖν, ἐπειδὴ πᾶσιν ἐφάνη κύρια ἡγεῖσθαι τὰ κριθέντα ὑπὸ τῆς πόλεως, οὐκέτι προσδέχονται παραγενηθέντα τὸν Ταρκύνιον.
そして兵卒会ごとに、何をすべきか意見を求めた。 都市によって決議されたことを有効とみなすことが全員に良しと思われたので、彼らは到着したタルクィニウスを最早受け入れなかった。
§4.85.4ἀπωσθεὶς δὴ καὶ ταύτης ὁ βασιλεὺς τῆς ἐλπίδος φεύγει σὺν ὀλίγοις εἰς Γαβίων πόλιν, ἧς βασιλέα τὸν πρεσβύτερον ἀπέδειξε τῶν υἱῶν Σέξτον, ὡς καὶ πρότερον ἔφην·
この希望をも絶たれた王は、少数の者たちとともにガビイの都市へと亡命した。 そこは、以前にも私が述べたように、彼が息子たちのうち最年長のセクストゥスを王として任命した場所であった。
ἡλικίαν μὲν ἤδη πολιὸς ὤν, ἔτη δὲ πέντε καὶ εἴκοσι τὴν βασιλείαν κατασχών.
彼は年齢においてはすでに白髪であり、25年間王位を保持していた。
οἱ δὲ περὶ τὸν Ἑρμίνιόν τε καὶ τὸν Ὁράτιον ἀνοχὰς τοῦ πολέμου καταστησάμενοι πρὸς τοὺς Ἀρδεάτας πεντεκαιδεκαετεῖς ἀπήγαγον ἐπʼ οἴκου τὰς δυνάμεις.
一方、ヘルミニウスとホラティウスらは、アルデアの人々と15年間の休戦を結び、軍勢を故郷へと率い帰った。