§4.84.1τοιαῦτα τοῦ Βρούτου δημηγοροῦντος ἀναβοήσεις τε συνεχεῖς ἐφʼ ἑκάστῳ τῶν λεγομένων ἐκ τοῦ πλήθους ἐγίνοντο διασημαίνουσαι τὸ βουλόμενόν τε καὶ ἐπικελευόμενον, τοῖς δὲ πλείοσιν αὐτῶν καὶ δάκρυα ὑφʼ ἡδονῆς ἔρρει θαυμαστῶν καὶ ἀπροσδοκήτων ἀκούουσι λόγων·
当布鲁图斯如此发表公开演说时,人群中对他所说的每一句话都发出连续不断的呼喊,清楚地表明了他们的意愿和鼓励;对于他们中的大多数人来说,听到这样美妙而又出人意料的话语,甚至因喜悦而流下热泪。
πάθη τε ποικίλα τὴν ἑκάστου ψυχὴν κατελάμβανεν οὐδὲν ἀλλήλοις ἐοικότα· λύπαι τε γὰρ ἡδοναῖς ἐκέκραντο, αἱ μὲν ἐπὶ τοῖς προγεγονόσι δεινοῖς, αἱ δʼ ἐπὶ τοῖς προσδοκωμένοις ἀγαθοῖς, καὶ θυμοὶ συνεξέπιπτον φόβοις, οἱ μὲν ἐπὶ τῷ κακῶς δράσαι τὰ μισούμενα τῆς ἀσφαλείας ὑπερορᾶν ἐπαίροντες, οἱ δὲ κατὰ λογισμὸν τοῦ μὴ ῥᾳδίαν εἶναι τὴν καθαίρεσιν τῆς τυραννίδος ὄκνον ταῖς ἐπιβολαῖς ἐπιφέροντες.
各种各样互不相同的感情占据了每个人的心灵;因为悲伤与喜悦交织在一起,前者是因为过去发生的惨剧,后者是因为所期待的美好事物,而且愤怒与恐惧并存,前者激励他们为了惩罚所恨之人而置安全于不顾,后者则根据推算推翻僭主统治并非易事而对他们的企图带来迟疑。
§4.84.2ἐπεὶ δʼ ἐπαύσατο λέγων, ὥσπερ ἐξ ἑνὸς στόματος ἅπαντες τὴν αὐτὴν φωνὴν ἀνέκραγον ἄγειν σφᾶς ἐπὶ τὰ ὅπλα.
当他停止演讲时,所有人仿佛异口同声地发出同样的声音,高喊着带领他们拿起武器。
καὶ ὁ Βροῦτος ἡσθείς, Ἐάν γε πρότερον, ἔφη, τὰ δόξαντα τῷ συνεδρίῳ μαθόντες ἐπικυρώσητε δέδοκται γὰρ ἡμῖν φεύγειν Ταρκυνίους πόλιν τε τὴν Ῥωμαίων καὶ χώραν, ὅσης ἄρχουσι Ῥωμαῖοι, καὶ γένος τὸ ἐξ αὐτῶν ἅπαν· καὶ μηδενὶ ἐξεῖναι περὶ καθόδου Ταρκυνίων μήτε πράττειν μηδὲν μήτε λέγειν, ἐὰν δέ τις παρὰ ταῦτα ποιῶν εὑρίσκηται τεθνάναι.
布鲁图斯非常高兴,说道:“只要你们先了解并批准元老院所作出的决议。 因为我们已经决定,将塔克文家族及其所有后代从罗马人的城市以及罗马人统治的所有土地中驱逐出去,并且任何人均不得就塔克文家族的归还做出任何行动或言论,如果有人被发现违反此规定,他将被处死。
§4.84.3ταύτην εἰ βουλομένοις ὑμῖν ἐστι τὴν γνώμην εἶναι κυρίαν, διαστάντες κατὰ τὰς φράτρας ψῆφον ἐπενέγκατε, καὶ τοῦθʼ ὑμῖν πρῶτον ἀρξάτω τὸ δικαίωμα τῆς ἐλευθερίας.
” “如果你们希望这一决议具有效力,请按库里亚(胞族)分开并投票;让这成为你们自由的第一个权利。
ἐγίνετο ταῦτα· καὶ ἐπειδὴ πᾶσαι τὴν φυγὴν τῶν τυράννων αἱ φρᾶτραι κατεψηφίσαντο, παρελθὼν πάλιν ὁ Βροῦτος λέγει· ἐπειδὴ τὰ πρῶτα ἡμῖν κεκύρωται κατὰ τὸ δέον, ἀκούσατε καὶ τὰ λοιπὰ §4.84.4ὅσα βεβουλεύμεθα περὶ τῆς πολιτείας.
”这些都付诸了实施;当所有库里亚都投票赞成驱逐僭主时,布鲁图斯再次走上前说道:“既然第一批事务已经由我们依法批准,那么请听其余的事,即我们针对政体所制定的所有规划。
ἡμῖν σκοπουμένοις, τίς ἀρχὴ γενήσεται τῶν κοινῶν κυρία, βασιλείαν μὲν οὐκέτι καταστήσασθαι δοκεῖ, ἄρχοντας δὲ δύο καθʼ ἕκαστον ἐνιαυτὸν ἀποδεικνύναι βασιλικὴν ἕξοντας ἐξουσίαν, οὓς ἂν ὑμεῖς ἐν ἀρχαιρεσίαις ἀποδείξητε ψῆφον ἐπιφέροντες κατὰ λόχους.
当我们考虑由什么样的官职来主掌公共事务时,我们认为不再设立王政,而是每年任命两位拥有王权的长官,由你们在选举中按百人队投票来指定他们。
εἰ δὴ καὶ ταῦτα βουλομένοις ἐστὶν ὑμῖν, ἐπιψηφίσατε.
如果你们也同意这一点,请投票赞成。
ἐπῄνει καὶ ταύτην τὴν γνώμην ὁ δῆμος, καὶ ψῆφος οὐδεμία ἐγένετο ἐναντία.
”民众也赞同了这一项决议,没有出现任何反对票。
§4.84.5μετὰ τοῦτο παρελθὼν ὁ Βροῦτος ἀποδείκνυσι μεσοβασιλέα τὸν ἐπιμελησόμενον τῶν ἀρχαιρεσιῶν κατὰ τοὺς πατρίους νόμους Σπόριον Λουκρήτιον·
在此之后,布鲁图斯走上前,指派斯普里乌斯·鲁克雷提乌斯为间王(interrex),以便按照祖宗律法主持选举。
κἀκεῖνος ἀπολύσας τὴν ἐκκλησίαν ἐκέλευσεν ἅπαντας ἥκειν εἰς τὸ πεδίον, ἔνθα σύνηθες αὐτοῖς ἦν ἀρχαιρεσιάζειν, ἔχοντας τὰ ὅπλα ἐν τάχει.
间王解散了大会,命令所有人带着武器迅速前往他们平时举行选举的广场(马尔斯广场)。
ἀφικομένων δʼ αὐτῶν ἄνδρας αἱρεῖται δύο τοὺς πράξοντας ὅσα τοῖς βασιλεῦσιν ἐξῆν, Βροῦτόν τε καὶ Κολλατῖνον·
当他们到达后,他推选了两个将行使过去国王所拥有的一切权力的人,即布鲁图斯和科拉提努斯。
καὶ ὁ δῆμος καλούμενος κατὰ λόχους ἐπεκύρωσε τοῖς ἀνδράσι τὴν ἀρχήν.
民众按百人队被召集,批准了这两个人的官职。
καὶ τὰ μὲν κατὰ πόλιν ἐν τῷ τότε χρόνῳ πραχθέντα τοιαῦτʼ ἦν.
当时在城里所发生的事情便是如此。