§4.79.1οὗτός ἐστιν, ἄνδρες πολῖται, ὁ Ταρκύνιος ὁ πρὸ τοῦ παραλαβεῖν τὴν ἀρχὴν Ἄρροντα τὸν γνήσιον ἀδελφόν, ὅτι πονηρὸς οὐκ ἐβούλετο γενέσθαι, φαρμάκοις διαχρησάμενος, συνεργὸν εἰς τοῦτο τὸ μῦσος λαβὼν τὴν ἐκείνου γυναῖκα, τῆς δʼ αὐτῷ συνοικούσης ἀδελφήν, ἣν ἐμοίχευεν ὁ θεοῖς ἐχθρὸς ἔτι καὶ πάλαι·
市民の皆さん、この男こそ、支配権を握る前に、実の兄弟であるアッルンスが邪悪な人間になることを望まなかったという理由で、彼を毒殺した、あのタルクィニウスなのです。 彼はこの忌まわしい犯行のために、彼の妻、すなわち自分の同居する妻の姉妹を共犯者としました。 神々に憎まれたこの男は、すでにずっと以前から彼女と密通していたのです。
§4.79.2οὗτος ὁ τὴν γαμετὴν γυναῖκα, σώφρονα καὶ τέκνων κοινωνὸν γεγονυῖαν, ἐν ταῖς αὐταῖς ἡμέραις καὶ διὰ τῶν αὐτῶν φαρμάκων ἀποκτείνας οὐδʼ ἀφοσιώσασθαι τῶν φαρμακειῶν ἀμφοτέρων τὰς διαβολάς, ὡς οὐχ ὑφʼ ἑαυτοῦ γενομένων, ἠξίωσεν ἐλεεινῷ χρησάμενος σχήματι καὶ μικρᾷ προσποιήσει πένθους, ἀλλʼ εὐθὺς ἅμα τῷ αὐτὰ διαπράξασθαι τὰ θαυμαστὰ ἔργα, πρὶν ἢ μαρανθῆναι τὰς ὑποδεξαμένας τὰ δύστηνα σώματα πυράς, φίλους εἱστία καὶ γάμους ἐπετέλει καὶ τὴν ἀνδροφόνον νύμφην ἐπὶ τὸν τῆς ἀδελφῆς θάλαμον ἤγετο τὰς ἀπορρήτους ἐμπεδῶν πρὸς αὐτὴν ὁμολογίας·
この男は、思慮深く子供たちの母親でもあった自身の娶った妻を、同じ日々の中、同じ毒によって殺害しました。 そして、哀れな姿を装ったり、わずかばかりの喪に服すふりをしたりして、これら両方の毒殺に対する嫌疑を、あたかも自分によって行われたのではないかのようにして、すすごうとさえしませんでした。 それどころか、これら恐るべき所業を成し遂げるやいなや、不幸な遺体を受け入れた火葬の火が消え果てる前に、友人たちをもてなして婚礼を執り行い、あの人殺しの花嫁を彼女の姉妹の寝室へと連れ込み、彼女との不吉な密約を実行に移したのです。
ἀνόσια καὶ ἐξάγιστα καὶ οὔθʼ Ἑλλάδος οὔτε βαρβάρου γῆς οὐδαμόθι γενόμενα πρῶτος εἰς τὴν Ῥωμαίων πόλιν εἰσαγαγὼν καὶ §4.79.3μόνος.
このように、不浄で忌むべき、ギリシアの地でも野蛮人の地でもどこでも一度も起きたことのないような不義を、初めてローマの市に導入し、ただ一人でそれを行ったのです。
οἷα δʼ ἐξειργάσατο, ὦ δημόται, τὰ περιβόητα καὶ δεινὰ περὶ τοὺς κηδεστὰς ἀμφοτέρους ἐπιχειρήματα ἐπὶ ταῖς δυσμαῖς ὄντας ἤδη τοῦ βίου;
また、平民の皆さん、彼は、すでに人生の黄昏時にあった双方の姻戚に対して、なんと悪名高く恐ろしい企てを敢行したことでしょう。
Σερούιον μὲν Τύλλιον τὸν ἐπιεικέστατον τῶν βασιλέων καὶ πλεῖστα ὑμᾶς εὖ ποιήσαντα φανερῶς ἀποσφάξας καὶ οὔτʼ ἐκκομιδῆς οὔτε ταφῆς ἐάσας νομίμου τὸ σῶμα τυχεῖν·
最も穏和な王であり、あなたがたに非常に多くの恩恵を施したセルウィウス・トゥッリウスを公然と虐殺し、その遺体が葬送の列や法にかなった埋葬を得ることすら許しませんでした。
§4.79.4Ταρκυνίαν δὲ τὴν ἐκείνου γυναῖκα, ἣν προσῆκεν αὐτῷ τιμᾶν ὥσπερ μητέρα, πατρὸς ἀδελφὴν οὖσαν καὶ σπουδαίαν περὶ αὐτὸν γενομένην, πρὶν ἢ πενθῆσαι καὶ τὰ νομιζόμενα τῷ κατὰ γῆς ἀνδρὶ ποιῆσαι τὴν ἀθλίαν ἀγχόνῃ διαχρησάμενος, ὑφʼ ὧν ἐσώθη καὶ παρʼ οἷς ἐτράφη καὶ οὓς διαδέξεσθαι μετὰ τὴν τελευτὴν ἔμελλεν ὀλίγον ἀναμείνας, ἕως ὁ κατὰ φύσιν αὐτοῖς παραγένηται θάνατος.
また、あの男の妻であり、彼の父の姉妹であって、彼に対して好意的であったため、母親のように敬うべきであったタルクィニアを、その哀れな女性が夫の死を悼み、地下にある夫のために執り行うべきしかるべき儀式を行うことさえ待たずに、首を吊らせて殺害したのです。 自分を救ってくれ、育ててくれ、その死後には跡を継ぐはずであった人々に対して、自然な死が彼らに訪れるのをわずかも待つことすらなく、これを行ったのです。