Humanitext Reader

哈利卡纳苏斯的狄奥尼修斯 · 罗马古事记 §4.79.1-4.79.4

布鲁图斯控告塔克文残害至亲的罪行

第 323 段,共 962 段 · 希腊语

内容简介

布鲁图斯在大会上具体指控了塔克文的一系列残暴罪行,包括毒杀亲兄弟和妻子、谋杀塞鲁维乌斯国王以及绞死姑母塔克温妮娅,谴责其毫无人性的不敬之举。

§4.79.1οὗτός ἐστιν, ἄνδρες πολῖται, ὁ Ταρκύνιος ὁ πρὸ τοῦ παραλαβεῖν τὴν ἀρχὴν Ἄρροντα τὸν γνήσιον ἀδελφόν, ὅτι πονηρὸς οὐκ ἐβούλετο γενέσθαι, φαρμάκοις διαχρησάμενος, συνεργὸν εἰς τοῦτο τὸ μῦσος λαβὼν τὴν ἐκείνου γυναῖκα, τῆς δʼ αὐτῷ συνοικούσης ἀδελφήν, ἣν ἐμοίχευεν ὁ θεοῖς ἐχθρὸς ἔτι καὶ πάλαι·
公民同胞们,这个男人就是塔克文。 他在篡夺统治权之前,因为他那亲兄弟阿伦斯不愿同流合污,便用毒药将其害死,并在这起令人发指的罪行中,将阿伦斯的妻子——也就是他自己妻子的姐妹——作为共犯,而这个神明所憎恶的家伙早在很久以前就已经与她通奸了。
§4.79.2οὗτος ὁ τὴν γαμετὴν γυναῖκα, σώφρονα καὶ τέκνων κοινωνὸν γεγονυῖαν, ἐν ταῖς αὐταῖς ἡμέραις καὶ διὰ τῶν αὐτῶν φαρμάκων ἀποκτείνας οὐδʼ ἀφοσιώσασθαι τῶν φαρμακειῶν ἀμφοτέρων τὰς διαβολάς, ὡς οὐχ ὑφʼ ἑαυτοῦ γενομένων, ἠξίωσεν ἐλεεινῷ χρησάμενος σχήματι καὶ μικρᾷ προσποιήσει πένθους, ἀλλʼ εὐθὺς ἅμα τῷ αὐτὰ διαπράξασθαι τὰ θαυμαστὰ ἔργα, πρὶν ἢ μαρανθῆναι τὰς ὑποδεξαμένας τὰ δύστηνα σώματα πυράς, φίλους εἱστία καὶ γάμους ἐπετέλει καὶ τὴν ἀνδροφόνον νύμφην ἐπὶ τὸν τῆς ἀδελφῆς θάλαμον ἤγετο τὰς ἀπορρήτους ἐμπεδῶν πρὸς αὐτὴν ὁμολογίας·
就是这个男人,他在相同的几天里,用同样的毒药杀害了自己明媒正娶、贤惠且生养了子女的妻子。 他甚至不屑于通过装出可怜的相貌或稍微假装悲哀,来洗刷这两起毒杀案中仿佛不是由他自己所为的嫌疑;相反,他刚一完成这些“惊人”的勾当,在接纳了那些可怜尸体的火葬柴堆还未熄灭之前,他就宴请朋友,举行婚礼,将那个杀人凶手新娘带进她姐妹的闺房,履行与她达成的秘密协议。
ἀνόσια καὶ ἐξάγιστα καὶ οὔθʼ Ἑλλάδος οὔτε βαρβάρου γῆς οὐδαμόθι γενόμενα πρῶτος εἰς τὴν Ῥωμαίων πόλιν εἰσαγαγὼν καὶ §4.79.3μόνος.
他将这些不敬神明且罪大恶极、无论在希腊还是蛮荒之地都从未发生过的恶行,首次引入罗马城,并且是唯一这样做的人。
οἷα δʼ ἐξειργάσατο, ὦ δημόται, τὰ περιβόητα καὶ δεινὰ περὶ τοὺς κηδεστὰς ἀμφοτέρους ἐπιχειρήματα ἐπὶ ταῖς δυσμαῖς ὄντας ἤδη τοῦ βίου;
平民们,对于那两位已经处于生命黄昏阶段的姻亲,他又干出了何等臭名昭著且骇人听闻的勾当?
Σερούιον μὲν Τύλλιον τὸν ἐπιεικέστατον τῶν βασιλέων καὶ πλεῖστα ὑμᾶς εὖ ποιήσαντα φανερῶς ἀποσφάξας καὶ οὔτʼ ἐκκομιδῆς οὔτε ταφῆς ἐάσας νομίμου τὸ σῶμα τυχεῖν·
他公然屠杀了塞鲁维乌斯·图利乌斯——这位最温和的、曾给你们带来极大恩惠的国王,并且不让他的遗体获得出殡送葬或合法的安葬。
§4.79.4Ταρκυνίαν δὲ τὴν ἐκείνου γυναῖκα, ἣν προσῆκεν αὐτῷ τιμᾶν ὥσπερ μητέρα, πατρὸς ἀδελφὴν οὖσαν καὶ σπουδαίαν περὶ αὐτὸν γενομένην, πρὶν ἢ πενθῆσαι καὶ τὰ νομιζόμενα τῷ κατὰ γῆς ἀνδρὶ ποιῆσαι τὴν ἀθλίαν ἀγχόνῃ διαχρησάμενος, ὑφʼ ὧν ἐσώθη καὶ παρʼ οἷς ἐτράφη καὶ οὓς διαδέξεσθαι μετὰ τὴν τελευτὴν ἔμελλεν ὀλίγον ἀναμείνας, ἕως ὁ κατὰ φύσιν αὐτοῖς παραγένηται θάνατος.
而对于那人的妻子塔克温妮娅——她作为他父亲的姐妹且对他关怀备至,他本应像对待母亲一样尊敬她——在这个可怜的女人还没来得及为亡夫哀悼并向地下的丈夫履行应有的仪式之前,他就用上吊的方式害死了她。 对于那些曾救过他、抚养过他、且他注定要在其死后继承其位的人,他甚至没有稍微等待,直到自然死亡降临到他们身上。

词汇与语法注释

  1. 4.79.1ὅτι πονηρὸς οὐκ ἐβούλετο γενέσθαι — 由连词 ὅτι 引导的从属句,说明阿伦斯被杀的原因。主格表语 πονηρός 指代主语(阿伦斯),意为他拒绝参与塔克文的阴谋而成为“邪恶之人”。
  2. 4.79.2οὐδʼ ἀφοσιώσασθαι τῶν φαρμακειῶν ἀμφοτέρων τὰς διαβολὰς ... ἠξίωσεν — ἠξίωσ源于具有不定式的动词 ἠξίωσεν,在此表示“(自愿)试图做某事”。伴随否定词 οὐδʼ 时,表示“甚至不屑于做某事”。中动不定式 ἀφοσιώσασθαι 意为洗刷或澄清针对他的指控(διαβολάς)。
  3. 4.79.4ὑφʼ ὧν ἐσώθη καὶ παρʼ οἷς ἐτράφη καὶ οὓς διαδέξεσθαι μετὰ τὴν τελευτὴν ἔμελλεν ὀλίγον ἀναμείνας — 关系代词 ὧν、οἷς 和 οὓς 的先行词在语境中是塞鲁维乌斯和塔克温妮娅夫妇,它们与随后从句 ἕως ὁ κατὰ φύσιν αὐτοῖς παραγένηται θά量中的与格代词 αὐτοῖς 指代相同。分词短语 ὀλίγον ἀναμείνας(仅等待了片刻)修饰此处的脉络,形成一种倒装结构,强调了他无法等待恩人自然死亡便痛下杀手的无情无义。

引用这一段

哈利卡纳苏斯的狄奥尼修斯, 罗马古事记 §4.79.1-4.79.4. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0081.tlg001.humanitext-grc2:4.79.1-4.79.4

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。