Humanitext Reader

ハリカルナッソスのディオニュシオス · ローマ古代誌 §4.69.1-4.69.4

ブルートゥスのデルポイ訪問と大地の口づけ

313 / 962 箇所 · ギリシア語

要旨

タルクィニウス王に監視されながら愚者のふりを続けるブルートゥスは、王の息子たちとデルポイの神託所へ赴く。アポロンに隠された金の入った木製の杖を捧げ、神の「母親への最初の口づけが支配権を得る」という神託を「大地への口づけ」と解釈して実行する。

§4.69.1καταφρονήσας γὰρ ὁ Ταρκύνιος τῆς δοκούσης εἶναι περὶ αὐτόν, ἀλλʼ οὐ κατʼ ἀλήθειαν ὑπαρχούσης μωρίας, ἀφελόμενος ἅπαντα τὰ πατρῷα, μικρὰ δʼ εἰς τὸν καθʼ ἡμέραν βίον ἐπιχορηγῶν, ὡς παῖδα ὀρφανὸν ἐπιτρόπων ἔτι δεόμενον ἐφύλαττεν ὑφʼ ἑαυτῷ διαιτᾶσθαί τε μετὰ τῶν ἰδίων παίδων ἐπέτρεπεν, οὐ διὰ τιμήν, ὡς ἐσκήπτετο πρὸς τοὺς πέλας οἷα δὴ συγγενής, ἀλλʼ ἵνα γέλωτα παρέχῃ τοῖς μειρακίοις λέγων τʼ ἀνόητα πολλὰ καὶ πράττων ὅμοια τοῖς κατʼ ἀλήθειαν ἠλιθίοις.
タルクィニウスは、彼にあると見なされていたが、実際には存在していなかった愚かさを軽蔑し、その父祖の財産をすべて奪い、日々の生活のためにわずかなものを支給するだけで、後見人をなお必要とする孤児のように自分の監視下に置き、自分の子供たちと一緒に生活させることを許した。 それは、親族として近隣の人々に対して言い訳していたような敬意からではなく、彼が多くの愚かなことを語り、本物の愚者のような振る舞いをして、若者たちに笑いを提供するためであった。
§4.69.2καὶ δὴ καὶ ὅτε τῷ Δελφικῷ μαντείῳ χρησομένους ἀπέστελλε τοὺς δύο τῶν παίδων Ἄρροντα καὶ Τίτον ὑπὲρ τοῦ λοιμοῦ·
そしてまた、疫病のために彼の二人の息子アッルンスとティトゥスをデルポイの神託所に神託を求めに派遣したときのことである。
κατέσκηψε γάρ τις ἐπὶ τῆς ἐκείνου βασιλείας οὐκ εἰωθυῖα νόσος εἰς παρθένους τε καὶ παῖδας, ὑφʼ ἧς πολλὰ διεφθάρη σώματα, χαλεπωτάτη δὲ καὶ δυσίατος εἰς τὰς κυούσας γυναῖκας αὐτοῖς βρέφεσιν ἀποκτείνουσα τὰς μητέρας ἐν ταῖς γοναῖς·
というのも、彼の治世に、処女や子供たちに普通ではない病が降りかかり、それによって多くの者が落命し、妊婦たちにとっては極めて過酷で治癒しがたく、出産の際に胎児もろとも母親たちを死に至らしめたからである。
τήν τʼ αἰτίαν τῆς νόσου γνῶναι παρὰ τοῦ θεοῦ καὶ τὴν λύσιν βουλόμενος συνέπεμψε κἀκεῖνον ἅμα τοῖς μειρακίοις δεηθεῖσιν, ἵνα κατασκώπτειν τε καὶ περιυβρίζειν ἔχοιεν.
彼は病の原因と解決策を神から知りたいと望み、息子たちが求めたので、彼らと一緒に彼をも同行させた。 それは彼らが彼を嘲笑し、侮辱できるようにするためであった。
§4.69.3ὡς δὲ παρεγενήθησαν ἐπὶ τὸ μαντεῖον οἱ νεανίσκοι καὶ τοὺς χρησμοὺς ἔλαβον ὑπὲρ ὧν ἐπέμφθησαν, ἀναθήμασι δωρησάμενοι τὸν θεὸν καὶ τοῦ Βρούτου πολλὰ καταγελάσαντες, ὅτι βακτηρίαν ξυλίνην ἀνέθηκε τῷ Ἀπόλλωνι·
若者たちが神託所に到着し、自分たちが派遣された目的である神託を受け取ったとき、彼らは奉納物で神に贈り物をし、ブルートゥスがアポロンに木製の杖を奉納したことを大いに嘲笑した。
ὁ δὲ διατρήσας αὐτὴν ὅλην ὥσπερ αὐλὸν χρυσῆν ῥάβδον ἐνέθηκεν οὐδενὸς ἐπισταμένου·
しかしブルートゥスは、その中を笛のようにすべてくり抜いて、誰も知らないうちに金の棒を入れておいたのであった。
μετὰ τοῦτʼ ἠρώτων τὸν θεόν, τίνι πέπρωται τὴν Ῥωμαίων ἀρχὴν παραλαβεῖν, ὁ δὲ θεὸς αὐτοῖς ἀνεῖλε, τῷ πρώτῳ τὴν μητέρα φιλήσαντι.
この後、彼らは神に、誰がローマ人の支配権を受け継ぐよう運命づけられているかを尋ねた。 すると神は彼らに、「最初に母親に口づけした者」と告げた。
§4.69.4οἱ μὲν οὖν νεανίσκοι τοῦ χρησμοῦ τὴν διάνοιαν ἀγνοήσαντες συνέθεντο πρὸς ἀλλήλους ἅμα φιλῆσαι τὴν μητέρα βουλόμενοι κοινῇ τὴν βασιλείαν κατασχεῖν, ὁ δὲ Βροῦτος συνεὶς ὃ βούλεται δηλοῦν ὁ θεός, ἐπειδὴ τάχιστα τῆς Ἰταλίας ἐπέβη, προσκύψας κατεφίλησε τὴν γῆν, ταύτην οἰόμενος ἁπάντων ἀνθρώπων εἶναι μητέρα.
若者たちは神託の真意を理解せず、同時に母親に口づけをして共同で王位を獲得しようと互いに合意したが、ブルートゥスは神が何を意味しようとしているのかを理解し、イタリアに上陸するやいなや、身をかがめて大地に口づけした。 彼はこの大地こそがすべての人間にとっての母親であると考えたからである。
τὰ μὲν οὖν προγενόμενα τῷ ἀνδρὶ τούτῳ τοιαῦτʼ ἦν.
さて、この男の身にそれまでに起こった出来事はこのようなものであった。

語釈・文法注

  1. 4.69.2καὶ δὴ καὶ ὅτε — ὅτε 節(「…のとき」)で始まるが、直後に γάρ 節(κατέσκηψε γάρ...)が長大に挿入されたことで、元の節の構造が変形し、最終的に主動詞 συνέπεμψε で結ばれる複雑な文構造(一種のアナコルトン)を形成している。
  2. 4.69.2αὐτοῖς βρέφεσιν — 形容詞 αὐτός が名詞の与格(βρέφεσιν)を伴って「〜もろとも」「〜ごと」という随伴・付帯状況を表す慣用的な表現。
  3. 4.69.3ὅτι βακτηρίαν ξυλίνην ἀνέθηκε — 接続詞 ὅτι は、分詞 καταγελάσαντες(「嘲笑した」)にかかり、嘲笑の具体的な原因・理由(「木製の杖を奉納したこと」)を導いている。
  4. 4.69.3τῷ πρώτῳ τὴν μητέρα φιλήσαντι — 冠詞を伴う分詞句で、先行する神託(τίνι πέπρωται...「誰に運命づけられているか」)の問いに対する与格(「…に」)の形での回答。πρώτῳ は副詞的に「最初に」の意味で分詞にかかる。

この箇所を引用する

ハリカルナッソスのディオニュシオス, ローマ古代誌 §4.69.1-4.69.4. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0081.tlg001.humanitext-grc2:4.69.1-4.69.4

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。