Humanitext Reader

哈利卡纳苏斯的狄奥尼修斯 · 罗马古事记 §4.69.1-4.69.4

布鲁图斯出使德尔斐与亲吻大地

第 313 段,共 962 段 · 希腊语

内容简介

布鲁图斯在塔克文国王的监视下继续装疯卖傻,并陪同国王的儿子们前往德尔斐神谕所。他向阿波罗献纳了一根藏有黄金的木杖,并将神谕中“最先亲吻母亲的人将获得统治权”解释为亲吻大地,并在返回意大利后付诸行动。

§4.69.1καταφρονήσας γὰρ ὁ Ταρκύνιος τῆς δοκούσης εἶναι περὶ αὐτόν, ἀλλʼ οὐ κατʼ ἀλήθειαν ὑπαρχούσης μωρίας, ἀφελόμενος ἅπαντα τὰ πατρῷα, μικρὰ δʼ εἰς τὸν καθʼ ἡμέραν βίον ἐπιχορηγῶν, ὡς παῖδα ὀρφανὸν ἐπιτρόπων ἔτι δεόμενον ἐφύλαττεν ὑφʼ ἑαυτῷ διαιτᾶσθαί τε μετὰ τῶν ἰδίων παίδων ἐπέτρεπεν, οὐ διὰ τιμήν, ὡς ἐσκήπτετο πρὸς τοὺς πέλας οἷα δὴ συγγενής, ἀλλʼ ἵνα γέλωτα παρέχῃ τοῖς μειρακίοις λέγων τʼ ἀνόητα πολλὰ καὶ πράττων ὅμοια τοῖς κατʼ ἀλήθειαν ἠλιθίοις.
因为塔克文蔑视他那被认为存在、实则子虚乌有的愚蠢,夺走了他所有的父辈财产,仅为他的日常生活提供微薄的资助,将他像一个仍需监护人的孤儿一样置于自己的控制之下,并允许他与自己的孩子们共同生活。 这并非出于他像亲戚一样向邻人所伪称的敬意,而是为了让他说出许多愚蠢的话,做出与真正的傻瓜无异的举动,从而给那些年轻人提供笑料。
§4.69.2καὶ δὴ καὶ ὅτε τῷ Δελφικῷ μαντείῳ χρησομένους ἀπέστελλε τοὺς δύο τῶν παίδων Ἄρροντα καὶ Τίτον ὑπὲρ τοῦ λοιμοῦ· κατέσκηψε γάρ τις ἐπὶ τῆς ἐκείνου βασιλείας οὐκ εἰωθυῖα νόσος εἰς παρθένους τε καὶ παῖδας, ὑφʼ ἧς πολλὰ διεφθάρη σώματα, χαλεπωτάτη δὲ καὶ δυσίατος εἰς τὰς κυούσας γυναῖκας αὐτοῖς βρέφεσιν ἀποκτείνουσα τὰς μητέρας ἐν ταῖς γοναῖς· τήν τʼ αἰτίαν τῆς νόσου γνῶναι παρὰ τοῦ θεοῦ καὶ τὴν λύσιν βουλόμενος συνέπεμψε κἀκεῖνον ἅμα τοῖς μειρακίοις δεηθεῖσιν, ἵνα κατασκώπτειν τε καὶ περιυβρίζειν ἔχοιεν.
正是在他因瘟疫而派遣他的两个儿子阿伦斯和提图斯去德尔斐神谕所求问神谕的时候——因为在他的统治期间,一种不寻常的疾病侵袭了少女和儿童,导致许多人丧生,而且这种疾病对孕妇最为严重且难以治愈,甚至使母亲与胎儿一同死于分娩中——由于他希望从神明那里得知这疾病的原因和消除它的方法,便在年轻人们的要求下,将他也一同派去,好让他们能够嘲弄并侮辱他。
§4.69.3ὡς δὲ παρεγενήθησαν ἐπὶ τὸ μαντεῖον οἱ νεανίσκοι καὶ τοὺς χρησμοὺς ἔλαβον ὑπὲρ ὧν ἐπέμφθησαν, ἀναθήμασι δωρησάμενοι τὸν θεὸν καὶ τοῦ Βρούτου πολλὰ καταγελάσαντες, ὅτι βακτηρίαν ξυλίνην ἀνέθηκε τῷ Ἀπόλλωνι·
当青年们到达神谕所并得到了他们被派去求问的谕示后,他们用供品向神明献礼,并大大嘲笑了布鲁图斯,因为他向阿波罗献纳了一根木质拐杖。
ὁ δὲ διατρήσας αὐτὴν ὅλην ὥσπερ αὐλὸν χρυσῆν ῥάβδον ἐνέθηκεν οὐδενὸς ἐπισταμένου·
然而,布鲁图斯将这拐杖内部像笛子一样全部镂空,在无人知晓的情况下,在里面放了一根金棒。
μετὰ τοῦτʼ ἠρώτων τὸν θεόν, τίνι πέπρωται τὴν Ῥωμαίων ἀρχὴν παραλαβεῖν, ὁ δὲ θεὸς αὐτοῖς ἀνεῖλε, τῷ πρώτῳ τὴν μητέρα φιλήσαντι.
在此之后,他们询问神明,谁注定将接掌罗马人的统治权,神明向他们谕示:“最先亲吻母亲的人。
§4.69.4οἱ μὲν οὖν νεανίσκοι τοῦ χρησμοῦ τὴν διάνοιαν ἀγνοήσαντες συνέθεντο πρὸς ἀλλήλους ἅμα φιλῆσαι τὴν μητέρα βουλόμενοι κοινῇ τὴν βασιλείαν κατασχεῖν, ὁ δὲ Βροῦτος συνεὶς ὃ βούλεται δηλοῦν ὁ θεός, ἐπειδὴ τάχιστα τῆς Ἰταλίας ἐπέβη, προσκύψας κατεφίλησε τὴν γῆν, ταύτην οἰόμενος ἁπάντων ἀνθρώπων εἶναι μητέρα.
” 青年们因不明白神谕的真实意图,彼此约定要同时亲吻母亲,意图共同掌握王权;然而,布鲁图斯理解了神明想要表达的意思,一踏上意大利的土地,他就弯下身子亲吻了大地,认为这才是所有人类的母亲。
τὰ μὲν οὖν προγενόμενα τῷ ἀνδρὶ τούτῳ τοιαῦτʼ ἦν.
关于这个男人此前所发生的事情就是这样。

词汇与语法注释

  1. 4.69.2καὶ δὴ καὶ ὅτε — 虽然以时间从句 ὅτε(“当……时”)开始,但紧接着插入了长篇的 γάρ 从句(κατέσκηψε γάρ...),导致原有的从句结构发生变形,最终由主句动词 συνέπεμψε 结束,形成了一种复杂的句子结构(一种无结构连接/破格句)。
  2. 4.69.2αὐτοῖς βρέφεσιν — 形容词 αὐτός 与名词与格(βρέφεσιν)连用,表示伴随或附带状况的惯用表达,意为“连同胎儿一起”或“胎儿也包括在内”。
  3. 4.69.3ὅτι βακτηρίαν ξυλίνην ἀνέθηκε — 连词 ὅτι 隶属于分词 καταγελάσαντες(“嘲笑”),引导嘲笑的具体原因或理由(“因为他献纳了一根木质拐杖”)。
  4. 4.69.3τῷ πρώτῳ τὴν μητέρα φιλήσαντι — 带冠词的分词短语,作为对前文提问(τίνι πέπρωται...“注定给谁……”)的与格形式(“给那……的人”)回答。πρώτῳ 作副词修饰分词,意为“最先”。

引用这一段

哈利卡纳苏斯的狄奥尼修斯, 罗马古事记 §4.69.1-4.69.4. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0081.tlg001.humanitext-grc2:4.69.1-4.69.4

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。