Humanitext Reader

ハリカルナッソスのディオニュシオス · ローマ古代誌 §4.67.1-4.67.4

ルクレティアの自害と親族たちの誓い

311 / 962 箇所 · ギリシア語

要旨

ルクレティアは集まった親族の前で悲劇を語り、短剣で自らの胸を突いて命を絶つ。怒りに燃える人々が僭主打倒を誓う中、ウァレリウスは夫コッラティヌスとルキウス・ユニウス・ブルートゥスに出会う。

§4.67.1ταχείᾳ δὲ καὶ κατεσπουδασμένῃ παρακλήσει τῶν ἐπιφανεστάτων ἀνδρῶν εἰς τὴν οἰκίαν συνελθόντων ὥσπερ ἠξίου, λέγει πρὸς αὐτοὺς ἅπαν τὸ πρᾶγμα ἐξ ἀρχῆς ἀναλαβοῦσα.
彼女が求めた通り、著名な男たちが迅速かつ極めて急ぎの招集によって家へと集まると、彼女は彼らに対し、事の顛末を最初から語り直して、すべてを告げた。
καὶ μετὰ τοῦτʼ ἀσπασαμένη τὸν πατέρα καὶ πολλὰς λιτανείας ἐκείνου τε καὶ τῶν σὺν αὐτῷ παρόντων ποιησαμένη θεοῖς τε καὶ δαίμοσιν εὐξαμένη ταχεῖαν αὐτῇ δοῦναι τὴν ἀπαλλαγὴν τοῦ βίου σπᾶται τὸ ξιφίδιον, ὃ κατέκρυπτεν ὑπὸ τοῖς πέπλοις, καὶ μίαν ἐνέγκασα διὰ τῶν στέρνων πληγὴν ἕως τῆς καρδίας ὠθεῖ.
そしてその後、父親に別れの挨拶をし、彼や彼とともに居合わせた人々に対して多くの懇願をした後、神々と精霊たちに、自分に生命からの速やかな解放を与えるよう祈って、衣服の下に隠していた短剣を抜き、胸を通して一突きを加え、心臓に達するまで押し込んだ。
§4.67.2κραυγῆς δὲ καὶ θρήνου καὶ τυπετοῦ γυναικείου τὴν οἰκίαν ὅλην κατασχόντος ὁ μὲν πατὴρ περιχυθεὶς τῷ σώματι περιέβαλλε καὶ ἀνεκαλεῖτο καὶ ὡς ἀνοίσουσαν ἐκ τοῦ τραύματος ἐτημελεῖτο, ἡ δʼ ἐν ταῖς ἀγκάλαις αὐτοῦ σπαίρουσα καὶ ψυχορραγοῦσα ἀποθνήσκει.
泣き叫びと哀悼、そして女たちの胸を打つ音が家全体を包み込む中、父親は彼女の体に突っ伏して抱きしめ、名前を叫び、彼女が傷から回復するかのように介抱したが、彼女は父親の腕の中で痙攣し、息を引き取りながら死んでいった。
τοῖς δὲ παροῦσι Ῥωμαίων οὕτω δεινὸν ἔδοξεν εἶναι καὶ ἐλεεινὸν τὸ πάθος, ὥστε μίαν ἁπάντων γενέσθαι φωνήν, ὡς μυριάκις αὐτοῖς κρεῖττον εἴη τεθνάναι περὶ τῆς ἐλευθερίας ἢ τοιαύτας ὕβρεις ὑπὸ τῶν τυράννων γενομένας περιορᾶν.
居合わせたローマ人たちにとって、この惨劇は非常に恐ろしく、かつ哀れなものに思われたので、すべての人の声は一つになり、自由のために死ぬ方が、僭主たちによって行われるこのような侮辱を黙過するよりも万倍も勝っている、と言った。
§4.67.3ἦν δέ τις ἐν αὐτοῖς Πόπλιος Οὐαλέριος ἑνὸς τῶν ἅμα Τατίῳ παραγενομένων εἰς Ῥώμην Σαβίνων ἀπόγονος, δραστήριος ἀνὴρ καὶ φρόνιμος.
彼らの中に、タティウスとともにローマにやって来たサビニ人の一人の末裔であり、行動力のある聡明な人物である、プブリウス・ウァレリウスという者がいた。
οὗτος ἐπὶ στρατόπεδον ὑπʼ αὐτῶν πέμπεται τῷ τʼ ἀνδρὶ τῆς Λουκρητίας τὰ συμβεβηκότα φράσων καὶ σὺν ἐκείνῳ πράξων ἀπόστασιν τοῦ στρατιωτικοῦ πλήθους ἀπὸ τῶν τυράννων.
彼は、ルクレティアの夫に起こったことを告げ、彼とともに、兵士たちを僭主たちから離反させることを画策するために、彼ら(親族たち)によって陣営へと派遣された。
§4.67.4ἄρτι δʼ αὐτῷ τὰς πύλας ἐξεληλυθότι συναντᾷ κατὰ δαίμονα παραγινόμενος εἰς τὴν πόλιν ὁ Κολλατῖνος ἀπὸ στρατοπέδου, τῶν κατεσχηκότων τὴν οἰκίαν αὐτοῦ κακῶν οὐδὲν εἰδὼς καὶ σὺν αὐτῷ Λεύκιος Ἰούνιος, ᾧ Βροῦτος ἐπωνύμιον ἦν·
彼が門を出たばかりのときに、自分の家を襲った災いについて何も知らずに、偶然にも陣営から都市へとやって来ていたコッラティヌスが出会った。 そして彼とともに、ブルートゥスというあだ名を持つルキウス・ユニウスがいた。
εἴη δʼ ἂν ἐξερμηνευόμενος ὁ Βροῦτος εἰς τὴν Ἑλληνικὴν διάλεκτον ἠλίθιος·
「ブルートゥス」はギリシア語に翻訳されると「愚者」となるであろう。
ὑπὲρ οὗ μικρὰ προειπεῖν ἀναγκαῖον, ἐπειδὴ τοῦτον ἀποφαίνουσι Ῥωμαῖοι τῆς καταλύσεως τῶν τυράννων αἰτιώτατον γενέσθαι, τίς τʼ ἦν καὶ ἀπὸ τίνων καὶ διὰ τί τῆς ἐπωνυμίας ταύτης ἔτυχεν οὐδὲν αὐτῷ προσηκούσης.
彼がどのような人物で、誰の系譜を引いており、なぜ彼に全くふさわしくないこのあだ名を得ることになったのかについて、少し前置きしておくことが必要である。 なぜならローマ人たちは、この男が僭主制の打倒の最大の原因となったと主張しているからである。

語釈・文法注

  1. 4.67.1ἐκείνου τε καὶ τῶν σὺν αὐτῷ παρόντων — 名詞 `λιτανείας` に対する客観属格。「彼(父親)および彼とともに居合わせた人々に対して多くの懇願を行って」と解釈される。
  2. 4.67.2ὡς ἀνοίσουσαν — `ὡς` + 未来分詞で、動詞 `ἐτημελεῖτο`(介抱した)の直接目的語(省略されたルクレティア)の動作について、主体の期待や見込みを表す。「彼女が回復する(息を吹き返す)だろうと期待して」の意。
  3. 4.67.4εἴη δʼ ἂν ἐξερμηνευόμενος — 潜在の希求法 `εἴη ἄν` と現在分詞 `εيّη δʼ ἂν ἐξερμηνευόμενος` による迂言法(婉曲表現)。「(もし翻訳されるならば)〜となるであろう」という推量を示す。

この箇所を引用する

ハリカルナッソスのディオニュシオス, ローマ古代誌 §4.67.1-4.67.4. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0081.tlg001.humanitext-grc2:4.67.1-4.67.4

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。