§4.67.1ταχείᾳ δὲ καὶ κατεσπουδασμένῃ παρακλήσει τῶν ἐπιφανεστάτων ἀνδρῶν εἰς τὴν οἰκίαν συνελθόντων ὥσπερ ἠξίου, λέγει πρὸς αὐτοὺς ἅπαν τὸ πρᾶγμα ἐξ ἀρχῆς ἀναλαβοῦσα.
当最显赫的人们应她的要求,因迅速而紧急的召集而聚集在屋里时,她向他们讲述了整个事情的经过,从头说起。
καὶ μετὰ τοῦτʼ ἀσπασαμένη τὸν πατέρα καὶ πολλὰς λιτανείας ἐκείνου τε καὶ τῶν σὺν αὐτῷ παρόντων ποιησαμένη θεοῖς τε καὶ δαίμοσιν εὐξαμένη ταχεῖαν αὐτῇ δοῦναι τὴν ἀπαλλαγὴν τοῦ βίου σπᾶται τὸ ξιφίδιον, ὃ κατέκρυπτεν ὑπὸ τοῖς πέπλοις, καὶ μίαν ἐνέγκασα διὰ τῶν στέρνων πληγὴν ἕως τῆς καρδίας ὠθεῖ.
在此之后,她告别了父亲,并向他以及与他一同在场的人们作了许多哀求,并向神明和神灵祈祷赐予她从生命中迅速解脱,随后她拔出藏在衣服底下的短剑,朝胸口刺了一刀,直插心脏。
§4.67.2κραυγῆς δὲ καὶ θρήνου καὶ τυπετοῦ γυναικείου τὴν οἰκίαν ὅλην κατασχόντος ὁ μὲν πατὴρ περιχυθεὶς τῷ σώματι περιέβαλλε καὶ ἀνεκαλεῖτο καὶ ὡς ἀνοίσουσαν ἐκ τοῦ τραύματος ἐτημελεῖτο, ἡ δʼ ἐν ταῖς ἀγκάλαις αὐτοῦ σπαίρουσα καὶ ψυχορραγοῦσα ἀποθνήσκει.
在哭喊、哀悼和妇女们捶胸顿足的声音笼罩了整个屋子时,父亲扑倒在她的身体上,紧紧抱住她,呼唤着她,并像她能从伤痛中苏醒过来一样照料她,而她则在他的怀里挣扎、奄奄一息,最终死去。
τοῖς δὲ παροῦσι Ῥωμαίων οὕτω δεινὸν ἔδοξεν εἶναι καὶ ἐλεεινὸν τὸ πάθος, ὥστε μίαν ἁπάντων γενέσθαι φωνήν, ὡς μυριάκις αὐτοῖς κρεῖττον εἴη τεθνάναι περὶ τῆς ἐλευθερίας ἢ τοιαύτας ὕβρεις ὑπὸ τῶν τυράννων γενομένας περιορᾶν.
对于在场的罗马人来说,这桩惨剧显得如此可怕和可怜,以至于所有人都异口同声地表示,对他们而言,为自由而死要比坐视僭主们犯下如此凌辱好上万倍。
§4.67.3ἦν δέ τις ἐν αὐτοῖς Πόπλιος Οὐαλέριος ἑνὸς τῶν ἅμα Τατίῳ παραγενομένων εἰς Ῥώμην Σαβίνων ἀπόγονος, δραστήριος ἀνὴρ καὶ φρόνιμος.
在他们之中,有一个叫普布利乌斯·瓦莱里乌斯的人,他是与塔提乌斯一同来到罗马的萨宾人之一的后裔,是一个精明强干而聪慧的人。
οὗτος ἐπὶ στρατόπεδον ὑπʼ αὐτῶν πέμπεται τῷ τʼ ἀνδρὶ τῆς Λουκρητίας τὰ συμβεβηκότα φράσων καὶ σὺν ἐκείνῳ πράξων ἀπόστασιν τοῦ στρατιωτικοῦ πλήθους ἀπὸ τῶν τυράννων.
他被他们派往军营,去告诉卢克丽霞的丈夫所发生的事情,并与他一同策划让士兵大众脱离僭主们的统治。
§4.67.4ἄρτι δʼ αὐτῷ τὰς πύλας ἐξεληλυθότι συναντᾷ κατὰ δαίμονα παραγινόμενος εἰς τὴν πόλιν ὁ Κολλατῖνος ἀπὸ στρατοπέδου, τῶν κατεσχηκότων τὴν οἰκίαν αὐτοῦ κακῶν οὐδὲν εἰδὼς καὶ σὺν αὐτῷ Λεύκιος Ἰούνιος, ᾧ Βροῦτος ἐπωνύμιον ἦν· εἴη δʼ ἂν ἐξερμηνευόμενος ὁ Βροῦτος εἰς τὴν Ἑλληνικὴν διάλεκτον ἠλίθιος·
正当他刚走出城门时,科拉提努斯偶然迎面遇到他,他正从军营来到城里,对笼罩自己家园的灾祸一无所知,与他同行的还有卢基乌斯·尤尼乌斯,其别名叫布鲁图斯;如果将“布鲁图斯”翻译成希腊语,那便是“愚蠢”。
ὑπὲρ οὗ μικρὰ προειπεῖν ἀναγκαῖον, ἐπειδὴ τοῦτον ἀποφαίνουσι Ῥωμαῖοι τῆς καταλύσεως τῶν τυράννων αἰτιώτατον γενέσθαι, τίς τʼ ἦν καὶ ἀπὸ τίνων καὶ διὰ τί τῆς ἐπωνυμίας ταύτης ἔτυχεν οὐδὲν αὐτῷ προσηκούσης.
关于他,有必要先作简要介绍,因为罗马人声称此人是推翻僭主统治的最主要原因——他是谁,出身于谁,以及为什么会得到这个与他完全不相称的别名。