§4.67.1ταχείᾳ δὲ καὶ κατεσπουδασμένῃ παρακλήσει τῶν ἐπιφανεστάτων ἀνδρῶν εἰς τὴν οἰκίαν συνελθόντων ὥσπερ ἠξίου, λέγει πρὸς αὐτοὺς ἅπαν τὸ πρᾶγμα ἐξ ἀρχῆς ἀναλαβοῦσα.
When the most illustrious men had assembled at the house in accordance with her request, upon a swift and urgent summons, she told them the whole matter, taking it up from the beginning.
καὶ μετὰ τοῦτʼ ἀσπασαμένη τὸν πατέρα καὶ πολλὰς λιτανείας ἐκείνου τε καὶ τῶν σὺν αὐτῷ παρόντων ποιησαμένη θεοῖς τε καὶ δαίμοσιν εὐξαμένη ταχεῖαν αὐτῇ δοῦναι τὴν ἀπαλλαγὴν τοῦ βίου σπᾶται τὸ ξιφίδιον, ὃ κατέκρυπτεν ὑπὸ τοῖς πέπλοις, καὶ μίαν ἐνέγκασα διὰ τῶν στέρνων πληγὴν ἕως τῆς καρδίας ὠθεῖ.
And after this, having embraced her father and made many entreaties to him and to those present with him, and having prayed to the gods and divinities to grant her a swift release from life, she drew the dagger which she was concealing under her garments, and dealing a single blow through her breast, she drove it as far as her heart.
§4.67.2κραυγῆς δὲ καὶ θρήνου καὶ τυπετοῦ γυναικείου τὴν οἰκίαν ὅλην κατασχόντος ὁ μὲν πατὴρ περιχυθεὶς τῷ σώματι περιέβαλλε καὶ ἀνεκαλεῖτο καὶ ὡς ἀνοίσουσαν ἐκ τοῦ τραύματος ἐτημελεῖτο, ἡ δʼ ἐν ταῖς ἀγκάλαις αὐτοῦ σπαίρουσα καὶ ψυχορραγοῦσα ἀποθνήσκει. τοῖς δὲ παροῦσι Ῥωμαίων οὕτω δεινὸν ἔδοξεν εἶναι καὶ ἐλεεινὸν τὸ πάθος, ὥστε μίαν ἁπάντων γενέσθαι φωνήν, ὡς μυριάκις αὐτοῖς κρεῖττον εἴη τεθνάναι περὶ τῆς ἐλευθερίας ἢ τοιαύτας ὕβρεις ὑπὸ τῶν τυράννων γενομένας περιορᾶν.
While shrieks, lamentation, and the beating of breasts by the women possessed the whole house, her father, throwing himself upon her body, embraced her, called her by name, and tended her as if she were about to recover from the wound; but she, gasping and breathing her last in his arms, died. To the Romans who were present, the tragedy seemed so terrible and pitiable that there was but one voice from all, saying that it was ten thousand times better for them to die for liberty than to look on while such outrages were committed by the tyrants.
§4.67.3ἦν δέ τις ἐν αὐτοῖς Πόπλιος Οὐαλέριος ἑνὸς τῶν ἅμα Τατίῳ παραγενομένων εἰς Ῥώμην Σαβίνων ἀπόγονος, δραστήριος ἀνὴρ καὶ φρόνιμος.
There was among them a certain Publius Valerius, a descendant of one of the Sabines who had come to Rome with Tatius, an active and prudent man.
οὗτος ἐπὶ στρατόπεδον ὑπʼ αὐτῶν πέμπεται τῷ τʼ ἀνδρὶ τῆς Λουκρητίας τὰ συμβεβηκότα φράσων καὶ σὺν ἐκείνῳ πράξων ἀπόστασιν τοῦ στρατιωτικοῦ πλήθους ἀπὸ τῶν τυράννων.
He was sent by them to the camp to tell the husband of Lucretia what had happened, and, in cooperation with him, to effect the defection of the body of soldiers from the tyrants.
§4.67.4ἄρτι δʼ αὐτῷ τὰς πύλας ἐξεληλυθότι συναντᾷ κατὰ δαίμονα παραγινόμενος εἰς τὴν πόλιν ὁ Κολλατῖνος ἀπὸ στρατοπέδου, τῶν κατεσχηκότων τὴν οἰκίαν αὐτοῦ κακῶν οὐδὲν εἰδὼς καὶ σὺν αὐτῷ Λεύκιος Ἰούνιος, ᾧ Βροῦτος ἐπωνύμιον ἦν· εἴη δʼ ἂν ἐξερμηνευόμενος ὁ Βροῦτος εἰς τὴν Ἑλληνικὴν διάλεκτον ἠλίθιος· ὑπὲρ οὗ μικρὰ προειπεῖν ἀναγκαῖον, ἐπειδὴ τοῦτον ἀποφαίνουσι Ῥωμαῖοι τῆς καταλύσεως τῶν τυράννων αἰτιώτατον γενέσθαι, τίς τʼ ἦν καὶ ἀπὸ τίνων καὶ διὰ τί τῆς ἐπωνυμίας ταύτης ἔτυχεν οὐδὲν αὐτῷ προσηκούσης.
Just as he had gone out of the gates, Collatinus met him by chance, coming to the city from the camp, knowing nothing of the evils that had possessed his house, and with him Lucius Junius, who had the surname Brutus; "Brutus," if translated into the Greek tongue, would be "foolish." Concerning him, it is necessary to say a few words beforehand, since the Romans declare that this man was the chief cause of the overthrow of the tyrants—who he was, from whom descended, and why he obtained this surname that in no way belonged to him.